TLG 2744 001 :: HISTORIA MONACHORUM IN AEGYPTO :: Historia monachorum in Aegypto HISTORIA MONACHORUM IN AEGYPTO Hagiogr., fort. auctore monacho Hierosolymitano Historia monachorum in Aegypto Citation: Vita — (line) | ||
pin(t) | ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΚΑΤ’ ΑΙΓΥΠΤΟΝ ΙΣΤΟΡΙΑΣ | |
1 | αʹ Περὶ Ἰωάννου τοῦ ἐν Λυκῷ βʹ Περὶ ἀββᾶ Ὤρ γʹ Περὶ Ἄμμωνος δʹ Περὶ ἀββᾶ Βῆ | |
---|---|---|
5 | εʹ Περὶ Ὀξυρύγχου ϛʹ Περὶ Θέωνος ζʹ Περὶ Ἠλία ηʹ Περὶ Ἀπολλῶ θʹ Περὶ Ἀμοῦν | |
10 | ιʹ Περὶ Κόπρη ιαʹ Περὶ ἀββᾶ Σούρους ιβʹ Περὶ ἀββᾶ Ἑλλῆ ιγʹ Περὶ Ἀπελλῆ ιδʹ Περὶ Παφνουτίου | |
15 | ιεʹ Περὶ Πιτυρίωνος ιϛʹ Περὶ Εὐλογίου ιζʹ Περὶ Ἰσιδώρου ιηʹ Περὶ Σαραπίωνος | |
ιθʹ Περὶ Ἀπολλωνίου μάρτυρος | 4 | |
20 | κʹ Περὶ Διοσκόρου καʹ Περὶ Μακαρίου κβʹ Περὶ Ἀμοῦν κγʹ Περὶ Μακαρίου τοῦ πολιτικοῦ κδʹ Περὶ Παύλου | |
25 | κεʹ Περὶ Πιαμμωνᾶ κϛʹ Περὶ Ἰωάννου | |
t | Η ΚΑΤ’ ΑΙΓΥΠΤΟΝ ΤΩΝ ΜΟΝΑΧΩΝ ΙΣΤΟΡΙΑ | |
pro(t) | Prologus. | |
1 | Εὐλογητὸς ὁ θεὸς ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ καὶ ἡμᾶς καθοδηγήσας ἐπὶ τὴν Αἴ‐ γυπτον καὶ δείξας ἡμῖν μεγάλα καὶ θαυμαστὰ καὶ μνήμης καὶ γραφῆς ἄξια, ὁ δοὺς ὑπόθεσιν ἡμῖν σωτηρίας καὶ γνῶσιν τοῖς | |
5 | ἐθέλουσι σωθῆναι, ὑπόδειγμα ζωῆς ἀγαθῆς καὶ ὑφήγησιν ἱκανήν, | |
διεγεῖραι ψυχὴν πρὸς εὐσέβειαν δυναμένην, καὶ ἐναρέτου πολι‐ τείας καλὸν ὑπόμνημα. κἀγὼ μὲν ἀνάξιος ὢν τῆς τοιαύτης ὑφηγήσεως κατάρξασθαι διὰ τὸ μὴ ἱκανὸν εἶναι τοὺς μικροὺς τῶν μεγάλων ἐφάπτεσθαι ὑποθέσεων, μὴ ἐπαξίως δυναμένων τὰ | 5 | |
10 | ἀληθῆ ἐξειπεῖν, καὶ μάλιστα γραφῇ παραδοῦναι τὸ πρᾶγμα καὶ μετρίῳ λόγῳ τὰ δύσφραστα φράζειν κατατολμῶντας, ὅπερ καὶ τολμηρότερον ἄγαν καὶ ἐπικίνδυνον εὐτελεστέροις οὖσιν ἡμῖν, πρώτως ἐπὶ τὴν ὑψηλοτάτην ταύτην ὑπόθεσιν διὰ γραμμάτων χωρεῖν, ὅμως παρακληθεὶς συνεχῶς ὑπὸ τῆς εὐλαβοῦς ἀδελφότητος | |
15 | τῆς ἐν τῷ ἁγίῳ ὄρει τῶν ἐλαιῶν πολιτευομένης γράψαι αὐτοῖς τὰς τῶν ἐν Αἰγύπτῳ μοναχῶν πολιτείας ἃς ἐθεασάμην, τὴν πολ‐ λὴν ἀγάπην αὐτῶν καὶ πολλὴν ἄσκησιν, ταῖς αὐτῶν εὐχαῖς κα‐ ταπιστεύσας ἐτόλμησα πρὸς τὴν διήγησιν ταύτην τραπῆναι, ἵνα κἀμοί τι κέρδος γένηται τῆς αὐτῶν ὠφελείας, μιμησάμενον αὐτῶν | |
20 | τὴν πολιτείαν καὶ τὴν παντελῆ τοῦ κόσμου ἀναχώρησιν καὶ ἡσυ‐ χίαν διὰ τῆς ὑπομονῆς τῶν ἀρετῶν, ἧς μέχρι τέλους κατέχουσιν. Εἶδον γὰρ ἀληθῶς τὸν τοῦ θεοῦ θησαυρὸν 〈ἐν ἀνθρωπίνοις κεκρυμμένον σκεύεσι· ὃν οὐκ ἐβουλόμην κρύπτειν καλύψασ〉 τὴν τῶν πολλῶν ὠφέλειαν, ἀλλ’ εἰς κοινὸν τὸ κέρδος ἤγαγον ἡγησά‐ | |
25 | μενος ἔσεσθαί μοι καλὴν ταύτην ἐμπορίαν, τὸ μεταδοῦναι τοῖς | |
ἀδελφοῖς τῆς ὠφελείας, ἵνα εὔξωνται ὑπὲρ τῆς ἐμῆς σωτηρίας. Πρῶτον μὲν ποιήσομαι τὴν γραφὴν ταύτην ἐκ τῆς τοῦ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, καὶ ὅτι κατὰ τὴν αὐτοῦ διδασκαλίαν οἱ ἐν Αἰγύπτῳ μοναχοὶ ἄγουσι τὴν ἑαυτῶν πολι‐ | 6 | |
30 | τείαν. εἶδον γὰρ ἐκεῖ πολλοὺς πατέρας ἀγγελικὸν βίον βιοῦν‐ τας κατὰ μίμησιν τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐρχομένους, καὶ νέους τινὰς ἄλλους προφήτας, κατὰ τὴν πολιτείαν ἔνθεον αὐτῶν καὶ θαυμαστὴν καὶ ἐνάρετον ἔχοντας ἐνέργειαν θεοειδῆ, ὡς ἀληθῶς θεοῦ θεράποντας οὐδὲν γήϊνον φρονοῦντας οὐδέ τι τῶν προσκαί‐ | |
35 | ρων τούτων λογιζομένους, ἀλλ’ ὄντως οὕτως ἐπὶ γῆς ζῶντες ἐν οὐρανοῖς πολιτεύονται. οἱ μὲν γὰρ αὐτῶν οὐδ’ ὅτι κόσμος ἔστιν ἕτερος ἐπὶ γῆς ἐπίστανται, οὐδ’ ὅτι κακία ἐν πόλεσιν ἐμ‐ πολιτεύεται, ἀλλ’ ὄντως εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον λέ‐ γει κύριος παντοκράτωρ. πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ξενίζονται | |
40 | τὰ ἐν τῷ κόσμῳ ἀκούοντες λήθην παντελῶς τῶν γηΐνων φρον‐ τίδων ἔχοντες. ἔστι γὰρ αὐτοὺς ἰδεῖν ἐν ταῖς ἐρήμοις σπορά‐ δην, οἷά τε υἱοὺς γνησίους τὸν ἑαυτῶν πατέρα τὸν Χριστὸν περι‐ μένοντας, ἢ στρατιάν τινα τὸν ἑαυτῶν βασιλέα, ἢ οἰκετίαν σεμ‐ νὴν τὸν ἑαυτῶν δεσπότην καὶ ἐλευθερωτὴν ἀναμένοντας. οὐ φρον‐ | |
45 | τὶς ὑπάρχει παρ’ αὐτοῖς, οὐκ ἐσθῆτος, οὐ βρωμάτων μέριμνα, ἀλλὰ προσδοκία μόνη ἐν ὕμνοις τῆς τοῦ Χριστοῦ παρουσίας. τοιγαροῦν ὅταν τις αὐτῶν ἐν ταῖς ἀναγκαίαις χρείαις ἐλλεί‐ πηται, οὐ πόλιν ἐπιζητεῖ, οὐ κώμην, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ γονεῖς, οὐ τέκνα, οὐκ οἰκετίαν, ἵν’ ἐκεῖθεν τὰς χρείας | |
pro(50) | πορίσηται, ἀλλ’ ἡ βούλησις ἤρκεσε μόνη, πρὸς ἱκεσίαν τὰς χεῖ‐ ρας ἐκτείνασα καὶ λόγους εὐχαριστίας θεῷ ἐκ χειλέων προφέ‐ ρουσα, ταῦτα ἐξ ἀμηχάνων αὐτῷ πάντα παραστῆσαι. καὶ τί | |
δεῖ πολλὰ λέγειν περὶ τῆς εἰς τὸν Χριστὸν αὐτῶν πίστεως δυ‐ ναμένης καὶ ὄρη μεθιστᾶν; πολλοὶ γὰρ αὐτῶν καὶ ποταμῶν ῥεύ‐ | 7 | |
55 | ματα ἔστησαν καὶ τὸν Νεῖλον ἐπέζευσαν καὶ θῆρας ἀπέκτειναν καὶ ἰάσεις καὶ θαύματα καὶ δυνάμεις, ὅσας οἱ ἅγιοι ἐποίουν προ‐ φῆται καὶ ἀπόστολοι, ἐπετέλεσαν. καὶ ὡσαύτως δι’ αὐτῶν θαυ‐ ματουργεῖ ὁ σωτήρ, καὶ πᾶσιν εὔδηλόν ἐστι τοῖς ἐκεῖ ὡς δι’ αὐ‐ τῶν ἕστηκεν ὁ κόσμος καὶ δι’ αὐτοὺς παρὰ θεῷ ἕστηκεν καὶ τε‐ | |
60 | τίμηται ἡ ἀνθρωπίνη ζωή. Εἶδον δὲ καὶ ἕτερον πλῆθος ἄπειρον μοναχῶν καὶ μὴ δυ‐ νάμενον ἀριθμῷ ὑποβάλλεσθαι, πᾶσαν ἡλικίαν ἔχον ἐν ταῖς ἐρή‐ μοις καὶ ἐν ταῖς χώραις, ὅσον οὐ δύναται βασιλεὺς γήϊνος ἑαυτῷ στράτευμα συναθροῖσαι. οὐ γὰρ ἔστι κώμη οὔτε πόλις ἐν Αἰγύπ‐ | |
65 | τῳ τε καὶ Θηβαΐδι ἣ οὐχὶ τοῖς μοναστηρίοις καθάπερ τείχεσι περιβέβληται· καὶ ταῖς αὐτῶν εὐχαῖς οἱ λαοὶ ὥσπερ ἐπὶ τῷ θεῷ ἐπερείδονται. καὶ οἱ μὲν ἐν τοῖς σπηλαίοις τοῖς ἐν ἐρήμοις, οἱ δὲ ἐν τοῖς ἀπωτάτοις, πάντες πανταχοῦ φιλονικότατον ἀλ‐ λήλων τὴν ἑαυτῶν ἄσκησιν θαυμαστὴν ἐπιδείκνυνται, οἱ μὲν πόρ‐ | |
70 | ρωθεν σπουδάζοντες μή τις ἕτερος ἐν τοῖς κατορθώμασιν αὐτοὺς ὑπερβάλοι, οἱ δὲ ἔγγυθεν μὴ τῆς κακίας αὐτοῖς πανταχόθεν ὀχ‐ λούσης ἧττον τῶν πορρωτάτω εὐδοκιμήσωσιν. Ὅθεν πολλὴν ὠφέλειαν ἐξ αὐτῶν πορισάμενος ἐπὶ τὴν ἐξ‐ ήγησιν ταύτην ἐχώρησα, πρὸς ζῆλον μὲν καὶ ὑπόμνησιν τῶν τε‐ | |
75 | λείων, πρὸς οἰκοδομὴν δὲ καὶ ὠφέλειαν τῶν ἀρχομένων ἀσκεῖν. | |
Πρώτην οὖν θεοῦ θέλοντος ἀρχὴν ποιήσω τῆς διηγήσεως τὴν τῶν ἁγίων καὶ μεγάλων πατέρων πολιτείαν διηγούμενος, ὅτι καὶ νῦν ὁ σωτὴρ τὰ ἑαυτοῦ δι’ αὐτῶν ἐνεργεῖ, ἅπερ διὰ τῶν προφητῶν καὶ ἀποστόλων ἐνήργησεν. ὁ γὰρ αὐτὸς κύριος καὶ νῦν | 8 | |
80 | καὶ πάντοτε ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. | |
1(t) | αʹ. Περὶ Ἰωάννου τοῦ ἐν Λυκῷ. | |
1 | Ἐθεασάμην οὖν ἐν τοῖς ὁρίοις Λυκῶ τῆς Θηβαΐδος τὸν μέγαν καὶ μακάριον Ἰωάννην, ἄνδρα ἅγιον ἀληθῶς καὶ ἐνάρετον, ὃς ἐκ τῶν ἔργων εὔδηλος γέγονεν πᾶσι προφητείας χάρισμα κε‐ κτημένος, καὶ πάντα τὰ ἐκ θεοῦ ἐρχόμενα τῷ κόσμῳ τῷ εὐσε‐ | |
5 | βεστάτῳ βασιλεῖ προμηνύων Θεοδοσίῳ, καὶ τὰ ἐκβησόμενα πά‐ λιν ἐσήμαινεν, τήν τε τῶν τυράννων αὐτῷ ἐπανάστασιν καὶ τὴν ταχεῖαν πάλιν αὐτῶν ἀναίρεσιν καὶ τὸν τῶν ἐπεισρυέντων αὐτῷ ἐθνῶν ἀφανισμόν. Ὡς καί τινος στρατηλάτου πρὸς αὐτὸν ἀπελθόντος πυθέσθαι | |
10 | παρ’ αὐτοῦ εἰ περιγένηται τῶν Αἰθιόπων τῶν κατὰ τὴν Συήνην —ἥτις ἐστὶν ἀρχὴ τῆς Θηβαΐδος—τότε συνεισπεσόντων καὶ | |
τὴν περίχωρον αὐτῆς ἐρημωσάντων, εἰπόντος πρὸς αὐτὸν τοῦ Ἰωάννου ὅτι «Ἀνελθὼν αὐτοὺς καταλήψῃ καὶ χειρώσῃ καὶ ὑπο‐ τάξεις καὶ παρὰ τοῖς βασιλεῦσιν εὐδοκιμήσεις»· ὅπερ καὶ γέ‐ | 9 | |
15 | γονεν, οὕτω συμβάντος τοῦ πράγματος. καὶ ὅτι «Οἰκείῳ θανάτῳ ὁ χριστιανικώτατος βασιλεὺς Θεοδόσιος τελευτήσει». Εἶχεν δὲ καί τινα ὁ ἀνὴρ ὑπερβολὴν προφητείας, ἐξ ὧν καὶ παρὰ τῶν παραγενομένων αὐτῷ πατέρων ἀκηκόαμεν, ὧν ὁ βίος δόκιμος παρὰ τοῖς ἐκεῖ πᾶσι πεφήμισται, καὶ ὅτι οὐδὲν κεχα‐ | |
20 | ρισμένον, ἀλλὰ ἔλαττόν τι περὶ τοῦ ἀνδρὸς ὑφηγήσαντο. Τριβούνου γάρ τινος ἀπελθόντος πρὸς αὐτὸν καὶ ἱκετεύον‐ τος συγχωρεῖν ἐλθεῖν πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ γαμετὴν πολλὰ ποθοῦσαν αὐτὸν θεάσασθαι ἐπὶ τὴν Συήνην μέλλουσαν ἀνιέναι, ἵνα δὴ πρότερον περὶ αὐτῆς ὑπερεύξηται καὶ εὐλογήσας αὐτὴν | |
25 | ἀπολύσῃ, ὁ δὲ μὴ ἑωρακὼς γυναῖκα τεσσαρακοστὸν ἤδη ἔτος ἔχων ἐν τῷ σπηλαίῳ ἐνενηκονταέτης που ὑπάρχων καὶ μήτε αὐ‐ τὸς ἐξελθών που μήτε γυναῖκα αὐτῷ ὀφθῆναι συγχωρῶν, παρῃ‐ τεῖτο θεάσασθαι τὴν ἐλευθέραν. ἀλλ’ οὐδὲ ἀνήρ τις πώποτε εἰσῆλθεν πρὸς αὐτόν· ηὐλόγει γὰρ μόνον διὰ θυρίδος καὶ ἠσπά‐ | |
30 | ζετο τοὺς προσιόντας ἑκάστῳ ὑπὲρ τῆς οἰκείας σπουδῆς διαλε‐ | |
γόμενος. ὡς οὖν ἐπέμενεν δεόμενος ὁ τριβοῦνος, εἰ κελεύοι ἥξειν αὐτοῦ τὴν ἐλευθέραν—ἦν γὰρ ὡς ἀπὸ διαστήματος πέντε σημείων τῆς πόλεως ὁ ἀνὴρ ἐν τῷ ὄρει διάγων—, ὁ δ’ οὐκ ἐπέ‐ νευσεν, ἀλλὰ ἀδύνατον αὐτὸ λέγων εἶναι κατηφῆ τὸν ἄνδρα ἀπ‐ | 10 | |
35 | έπεμπεν. ἡ δὲ ἐλευθέρα οὐκ ἐπαύετο ἡμέριον διοχλοῦσα καὶ ἐν‐ ωμότως λέγουσα μηδαμοῦ ἀπιέναι εἰ μὴ τὸν προφήτην θεάσοιτο. ἀπηγγέλη δὲ τῷ μακαρίῳ Ἰωάννῃ παρὰ τοῦ ἀνδρὸς τῆς γυ‐ ναικὸς ὁ ὅρκος. κατανοήσας δὲ αὐτῆς τὴν πίστιν ἔφη πρὸς τὸν τριβοῦνον· «Ὀφθήσομαι αὐτῇ τῇ νυκτὶ ταύτῃ κατ’ ὄναρ, καὶ | |
40 | μὴ προστιθέτω ἔτι ἰδεῖν ἐν σαρκὶ τὸ πρόσωπόν μου». ἀπήγγειλεν δὲ τῇ γυναικὶ τοὺς λόγους τοῦ πατρὸς ὁ ἀνήρ. καὶ δὴ καθ’ ὕπνον ὁρᾷ ἡ γυνὴ τὸν προφήτην ἐρχόμενον πρὸς αὐτήν. πρὸς ἥν φησιν· «Τί ἐμοὶ καὶ σοί, γύναι; τί τῶν ἐμῶν ὄψεων ἐπεθύμη‐ σας; μὴ γὰρ προφήτης εἰμὶ ἐγὼ ἢ δικαίου τάξιν ἐπέχω; ἄνθρω‐ | |
45 | πός εἰμι ἁμαρτωλὸς καὶ ὁμοιοπαθὴς ὑμῖν. ὅμως ηὐξάμην περὶ σοῦ καὶ τοῦ οἴκου τοῦ ἀνδρός σου, ἵνα κατὰ τὴν πίστιν ὑμῶν γένηται ὑμῖν πορεύεσθε οὖν ἐν εἰρήνῃ». καὶ ταῦτα εἰπὼν ἀπηλλάγη. ἔξυπνος δὲ ἡ γυνὴ γεναμένη ἀπήγγειλεν τῷ ἀνδρὶ τὰ τοῦ προ‐ φήτου ῥήματα, καὶ τὸ σχῆμα δὲ διηγεῖτο καὶ εὐχαριστηρίους | |
1(50) | φωνὰς αὐτῷ διὰ τοῦ ἀνδρὸς προσέπεμπεν. ἰδὼν δὲ αὐτὸν πάλιν | |
ὁ μακάριος Ἰωάννης προλαβὼν εἶπεν αὐτῷ· «Ἰδοὺ τὴν ἀξίωσίν σου ἐπλήρωσα. ἰδὼν γὰρ αὐτὴν ἐπληροφόρησα τοῦ μηκέτι ἐθέ‐ λειν ὁρᾶν με, ἀλλὰ πορεύεσθαι ἐν εἰρήνῃ». Ἄλλου δὲ πραιποσίτου γυνὴ ἀπόντος ἐκυοφόρει, καὶ δὴ γεν‐ | 11 | |
55 | νήσασα κατ’ ἐκείνην τὴν ἡμέραν καθ’ ἣν ὁ ἀνὴρ αὐτῆς τῷ πατρὶ Ἰωάννῃ συντετύχηκεν ἔμελλεν κινδυνεύειν λιποψυχήσασα. ὁ δὲ ἅγιος εὐαγγελίζεται αὐτῷ λέγων· «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ ὅτι υἱός σοι σήμερον γεγέννηται, ἐδόξασας ἂν τὸν θεόν. ἀλλ’ ἡ μήτηρ αὐτοῦ μικροῦ δεῖν ἐκινδύνευσεν. ἀπελθὼν οὖν εὑρήσεις | |
60 | τὸν παῖδα ἑπτὰ ἡμέρας ἔχοντα καὶ ἐπιθήσεις αὐτῷ τὸ τοῦ Ἰω‐ άννου ὄνομα. καὶ κατ’ ἐπιστήμην αὐτὸν ἀναθρέψας εἰς ἕβδομον ἔτος ἐλθόντα πρὸς τοὺς μοναχοὺς ἐν τῇ ἐρήμῳ ἀπόστειλον». Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἐρχομένους ἐπεδείκνυεν θαυμάσια. τοῖς δὲ αὐτοῦ πολίταις συνεχῶς διὰ τὰς αὐτῶν χρείας | |
65 | πρὸς αὐτὸν ἀπιοῦσιν προεδήλου τε καὶ προεγίνωσκεν τὰ ἐσόμενα καὶ τὰ κρυφίως ἑκάστῳ πεπραγμένα καὶ περὶ τοῦ Νείλου καὶ περὶ τῆς εὐφορίας αὐτοῖς προηγόρευεν. ὁμοίως δὲ καὶ ἀπειλήν τινα τοῦ θεοῦ ἐπ’ αὐτοὺς ἐρχομένην προαπήγγειλεν καὶ τοὺς αἰτίους διήλεγχεν. | |
70 | Καὶ αὐτὸς μὲν ὁ μακάριος Ἰωάννης προφανῶς τὰς ἰάσεις οὐκ ἐπετέλει, ἔλαιον δὲ διδοὺς πλείστους τῶν καμνόντων ἐθερά‐ | |
πευεν. συγκλητικοῦ γάρ τινος γυνὴ τὰς ὁράσεις ἀποβαλοῦσα καὶ λευκώματα κατὰ τῶν κορῶν ποιήσασα ἠξίου τὸν ἄνδρα πρὸς αὐτὸν ἀπαχθῆναι. ὁ δ’ ὡς ἔλεγεν γυναικὶ αὐτὸν μηδέποτε συντε‐ | 12 | |
75 | τυχηκέναι, παρεκάλει μόνον αὐτῷ δηλωθῆναι καὶ εὐχὴν ὑπὲρ αὐτῆς ἐκτελέσαι. ὁ δ’ ὡς ἐποίησεν καὶ δὴ ἔλαιον ἐξαπέστειλεν, χρίσασα ἐπὶ μόνον τρίτον τοὺς ὀφθαλμοὺς μετὰ τρεῖς ἡμέρας ἀνέβλεψεν καὶ τῷ θεῷ φανερῶς ηὐχαρίστησεν. Καὶ τί δεῖ λέγειν περὶ τῶν ἄλλων ἔργων αὐτοῦ, ἀλλ’ ἢ | |
80 | περὶ ὧν αὐτοψὶ παρειλήφαμεν; ἑπτὰ γὰρ ἦμεν ἀδελφοὶ ξένοι πάντες πρὸς αὐτὸν ἀνελθόντες. ὡς δὲ ἠσπάσατο ἡμᾶς φαιδρῷ τῷ προσώπῳ ἑκάστῳ προσιλαρευόμενος, ἠξιοῦμεν αὐτὸν εὐθὺς εὐχὴν τελέσαι πρῶτον ὑπὲρ ἡμῶν· τοῦτο γὰρ ἔθος τοῖς πατράσι τοῖς ἐν Αἰγύπτῳ ἐστίν. ὁ δὲ ἐπύθετο μὴ ἄρα τις κληρικὸς | |
85 | ἐν ἡμῖν εἴη. ὡς δὲ ἔφαμεν πάντες μὴ εἶναι, περιβλεψάμενος πάν‐ τας ἔγνω τὸν κεκρυμμένον. ἦν δ’ ἄρα τις ἐξ ἡμῶν τῆς διακονίας | |
ἠξιωμένος, ἑνὸς ἀδελφοῦ αὐτῷ τοῦτο συνειδότος μόνου, ᾧ καὶ παρήγγειλεν μηδενὶ φράζειν ταπεινοφροσύνης ἕνεκα καὶ ὅτι ἐν συγκρίσει τοιούτων ἁγίων καὶ τῆς προσηγορίας τῶν Χριστια‐ | 13 | |
90 | νῶν μόλις ἄξιον ἑαυτὸν ἡγεῖτο εἶναι, οὔτι γε τοῦ ἀξιώματος. τῇ χειρὶ οὖν αὐτὸν ἐπιδεικνὺς πάλιν ἔλεγεν· «Οὗτος διάκονός ἐστι». τοῦ δὲ συνεχῶς ἀρνουμένου καὶ λαθεῖν πειρωμένου λαβό‐ μενος αὐτοῦ τῆς χειρὸς ἐκ τῆς θυρίδος ἐφίλει καὶ νουθετῶν παρε‐ κάλει λέγων· «Μὴ ἀθέτει τὴν χάριν τοῦ θεοῦ, τέκνον, μηδὲ ψεύ‐ | |
95 | σῃ ἀρνούμενος τὴν δωρεὰν τοῦ Χριστοῦ. τὸ γὰρ ψεῦδός ἐστιν ἀλλότριον κἂν ἐπὶ μικρῷ κἂν ἐπὶ μεγάλῳ γένηται πράγματι· κἂν διά τι χρήσιμον γένηται, ὅμως οὐκ ἔστιν ἐπαινετὸν τοῦ σω‐ τῆρος εἰπόντος ὅτι τὸ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστιν.» ὁ δὲ ἐλεγ‐ χθεὶς ἡσύχασεν καταδεξάμενος τὴν πραεῖαν αὐτοῦ ἐπιτίμησιν. | |
1(100) | Εὐξαμένων δὲ ἡμῶν καὶ τὴν εὐχὴν πληρωσάντων εἷς ἐξ ἡμῶν ἀδελφὸς τριταῖος ἤδη πυρετῷ συνεχόμενος ἠξίου θεραπευ‐ θῆναι. εἰπόντος δὲ πρὸς αὐτὸν τοῦ πατρὸς συμφέρειν αὐτῷ τέως τὴν κάκωσιν δι’ ὀλιγοπιστίαν αὐτῷ προσγενομένην, ὅμως ἐπι‐ δοὺς ἔλαιον καὶ κελεύσας αὐτὸν ἀλείφεσθαι, ἀλειψαμένου οὖν | |
105 | αὐτοῦ πᾶν ὅ τι εἶχεν ἔνδοθεν διὰ τοῦ στόματος ἀνήνεγκεν ἀπαλ‐ λαγεὶς τοῦ πυρετοῦ καὶ οἰκείοις ποσὶν ἐπὶ τὴν ξενίαν ἀνεχώ‐ ρησεν. Ἦν δὲ ἰδεῖν αὐτὸν ἐνενηκοστὸν ἤδη ἄγοντα ἔτος τετηγ‐ μένον ὅλον τῷ σώματι, ὡς ὑπ’ ἀσκήσεως μηδὲ τὸν πώγωνα φῦναι | 14 |
110 | εἰς τὸ πρόσωπον. ἤσθιεν γὰρ οὐδὲν ἕτερον πλὴν ὀπώρας, καὶ τοῦτο μετὰ τὴν ἡλίου δύσιν ἐν τῷ γήρει, πολλὰ προασκήσας πρό‐ τερον καὶ μήτε ἄρτου μετειληφὼς μήτε ὅσα διὰ πυρὸς ἔχει τὴν χρῆσιν. Κελεύσαντος δὲ αὐτοῦ καθεσθῆναι ἡμᾶς, ηὐχαριστοῦμεν | |
115 | τῷ θεῷ ὑπὲρ τῆς αὐτοῦ συντυχίας. ὁ δὲ ὥσπερ γνήσια ἑαυτοῦ τέκνα διὰ πολλοῦ χρόνου ὑποδεξάμενος μειδιῶντι προσώπῳ πρὸς ἡμᾶς τοιούτους ἀπεφθέγγετο λόγους· «Πόθεν, ὦ τέκνα, καὶ ἐκ ποίας χώρας πρὸς ἄνθρωπον ταπεινὸν παρεγένεσθε;» ὡς δὲ εἴπαμεν τὴν πατρίδα καὶ ὅτι· «Ὠφελείας ψυχῶν ἕνεκεν ἀπὸ | |
120 | Ἱεροσολύμων πρὸς ὑμᾶς ἐληλύθαμεν, ἵνα ἅπερ δι’ ἀκοῆς παρ‐ | |
ειλήφαμεν, ταῦτα καὶ ὄψεσι παραλάβωμεν—ὦτα γὰρ πέφυκεν εἶναι ἀπιστότερα ὀφθαλμῶν—καὶ ὅτι τῇ ἀκοῇ πολλάκις λήθη τις ἕπεται, τῆς δὲ ὁράσεως ἡμῖν ἡ μνήμη οὐκ ἀπαλείφεται, ἀλλ’ ἢ ἱστορία τῇ διανοίᾳ οἱονεὶ ἐντετύπωται», εἶπεν δὲ πρὸς | 15 | |
125 | ἡμᾶς ἀποκριθεὶς ὁ μακάριος Ἰωάννης· «Καὶ τί θαυμαστὸν ὀψό‐ μενοι, ὦ προσφιλέστατοι παῖδες, τοσαύτην ὁδὸν καὶ κάματον ὑπ‐ ήλθατε ἀνθρώπους ταπεινοὺς καὶ εὐτελεῖς ὁρᾶν ἐπιθυμήσαντες οὐδὲν ἄξιον θεωρίας οὐδὲ θαύματος ἔχοντας; πανταχοῦ δέ εἰσιν οἱ ἄξιοι θαύματος καὶ ἐπαίνου, οἱ τοῦ θεοῦ προφῆται καὶ ἀπό‐ | |
130 | στολοι οἳ ἐν ταῖς ἐκκλησίαις ἀναγινώσκονται· οὓς δεῖ μιμεῖσθαι. θαυμάζω δέ, φησίν, λίαν ἐγὼ τὴν ὑμῶν σπουδήν, πῶς το‐ σούτους ὑπεριδόντες κινδύνους δι’ ὠφέλειαν πρὸς ἡμᾶς ἐληλύ‐ θατε, ἡμῶν ὑπὸ ὀκνηρίας μηδ’ αὐτοῦ τοῦ σπηλαίου προελθεῖν | |
βουλομένων. ἀλλ’ ἄγε νῦν, φησίν, εἰ καὶ ἔπαινον ὑμῶν ἔχει | 16 | |
135 | τὸ πρᾶγμα, μὴ ὥς τι καλὸν κατορθώσανες ἱκανῶς ἔχειν δόξητε, ἀλλὰ μιμήσασθε τὰς ἀρετὰς ἃς οἱ πατέρες ἡμῶν μετέρχονται. εἰ δὲ καὶ πάσας κτήσησθε, ὅπερ σπάνιον, μηδ’ οὕτως ἑαυτοῖς καταπιστεύσητε· τινὲς γὰρ οὕτω θαρρήσαντες καὶ πρὸς αὐτῷ τῷ ὕψει τῶν ἀρετῶν γεγονότες τέλος ἀφ’ ὑψηλοῦ ἐκπεπτώκασιν. | |
140 | ἀλλ’ ὁρᾶτε εἰ εὖ ἔχει ὑμῖν ἐν ταῖς προσευχαῖς, εἰ μὴ τὸ κα‐ θαρὸν τῆς διανοίας ὑμῶν τεθόλωται, εἰ μὴ ὁ νοῦς ὑμῶν ῥεμβα‐ σμούς τινας πάσχει εἰς εὐχὴν τῷ θεῷ παριστάμενος· μὴ ἕτερός τις παρεισελθὼν λογισμὸς τὸν νοῦν ἐπ’ ἄλλο τι στρέφῃ, μὴ μνή‐ μη τις τῶν ἀτόπων ἐνθυμημάτων παρενοχλῇ τῇ διανοίᾳ. ὁρᾶτε | |
145 | εἰ κατὰ τὴν ἀλήθειαν τοῦ θεοῦ ἀπετάξασθε τῷ κόσμῳ, εἰ μὴ ὡς κατασκοπήσοντες τὴν ἐλευθερίαν ἡμῶν εἰσεληλύθατε, εἰ μὴ πρὸς κενοδοξίαν τὰς ἡμετέρας ἀρετὰς θηρᾶτε, ἵνα δὴ ὡς ἐπιδεικτι‐ ῶντες φαίνησθε τοῖς ἀνθρώποις τὰ ἡμῶν ἔργα μιμούμενοι. ὁ‐ ρᾶτε μὴ πάθος ὑμῖν ἐνοχλήσῃ, μὴ τιμὴ καὶ δόξα καὶ ἔπαινος | |
1(150) | ἀνθρώπινος, μὴ ἱερατείας ὑπόκρισις καὶ φιλαυτίας, μὴ τὸ | |
νομίζεσθαι εἶναι δικαίους, μὴ 〈τὸ〉 ἐπὶ δικαιοσύνῃ καυχᾶ‐ σθαι, μὴ μνήμη συγγενείας ἐν τῇ διανοίᾳ προσευχομένου, μὴ μνήμη εὐπαθείας ἢ ἄλλης τινὸς διαθέσεως, μηδ’ αὐτοῦ ὅλου τοῦ κόσμου· εἰ δὲ μή, ματαιότης τὸ πρᾶγμα γίνεται, ὅταν τις ὁμι‐ | 17 | |
155 | λῶν τῷ δεσπότῃ ὑπὸ τῶν ἀντισπώντων λογισμῶν καταφέρηται. πάσχει δὲ τὸν ὄλισθον τοῦτον τῆς διανοίας ἕκαστος μὴ παν‐ τελῶς τὸν κόσμον ἀπαρνησάμενος, ἀλλὰ θηρώμενος αὐτοῦ τὴν ἀρέσκειαν. διὰ γὰρ τὰς πολλὰς ἐγχειρήσεις μερίζονται αὐτοῦ τὴν διάνοιαν αἱ φροντίδες σωματικαὶ οὖσαι καὶ γήϊναι, καὶ λοιπὸν | |
160 | πρὸς τὰ πάθη διαμαχόμενος οὐ δύναται ὁρᾶν τὸν θεόν. ἀλλὰ μη‐ δεὶς αὐτήν που τὴν γνῶσιν θελήσῃ ἀκριβῶς κατοπτεύσασθαι, μή πως, ἀνάξιος ὢν τοῦ τοιούτου κτήματος, μικρόν τι αὐτῆς κατ‐ αξιωθεὶς νομίσῃ τὸ πᾶν κατειληφέναι καὶ παντελῶς ἐκπέσῃ πρὸς τὴν φθοράν. ἀλλὰ χρὴ μετρίως ἀεὶ καὶ εὐλαβῶς τῷ | |
165 | θεῷ προσιέναι, ὅσον ἕκαστος δύναται τῷ νοῒ προοδεύων καὶ ὅσον ἀνθρώποις ἐστὶν ἐφικτόν. δεῖ οὖν τῶν ἄλλων ἁπάντων σχολάσαι | |
τὴν γνώμην τῶν τὸν θεὸν ἐπιζητούντων. σχολάσατε γάρ, φησί, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός. ὁ οὖν γνώσεως θεοῦ ἐκ μέρους καταξιωθείς—τὴν πᾶσαν γὰρ οὐδενὶ δυνατόν ἐστιν ὑποδέξα‐ | 18 | |
170 | σθαι—τυγχάνει καὶ τῆς τῶν ἄλλων ἁπάντων γνώσεως καὶ ὁρᾷ μυστήρια θεοῦ δεικνύντος αὐτῷ καὶ προβλέπει τὰ μέλλοντα καὶ θεωρεῖ ἀποκαλύψεις, οἵας οἱ ἅγιοι, καὶ δυνάμεις ἐπιτελεῖ καὶ φίλος γίνεται θεοῦ καὶ πᾶν αἴτημα παρὰ θεοῦ κομίζεται.» Καὶ εἰπὼν ἄλλα τε πολλὰ περὶ ἀσκήσεως καὶ ὅτι· «Δεῖ | |
175 | τὸν θάνατον ὥσπερ μετάθεσιν ἀγαθῆς ζωῆς περιμένειν καὶ μὴ προορᾶν ἀσθένειαν σωματικὴν καὶ μὴ ἐμπιμπλᾶν κἂν τῶν τυ‐ χόντων γοῦν τὴν γαστέρα—κορεσθεὶς γάρ τις, φησί, τὰ αὐτὰ τοῖς τρυφῶσι πάσχει βουλεύματα—, ἀλλὰ πειρᾶσθαι δι’ ἀσκή‐ σεως τὴν τῶν ὀρέξεων ἀπάθειαν κτήσασθαι· καὶ μηδεὶς τὰ ἕτοι‐ | |
180 | μα καὶ τὴν ἄνεσιν ἐπιζητείτω, ἀλλὰ σθενούσθω νῦν καὶ θλιβέ‐ σθω, ἵνα τὴν εὐρυχωρίαν τῆς τοῦ Χριστοῦ βασιλείας κληρο‐ νομήσῃ. δεῖ γὰρ ἡμᾶς, φησίν, διὰ πολλῶν θλίψεων εἰς τὴν βασι‐ λείαν εἰσελθεῖν· στενὴ γάρ, φησίν, ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπ‐ | |
άγουσα εἰς τὴν ζωὴν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· πλατεῖα δὲ ἡ | 19 | |
185 | πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι’ αὐτῆς. καὶ τί δεῖ, φησίν, ἡμᾶς ὀλιγωρεῖν ἐνταῦθα, ὀλίγον ὕστερον εἰς αἰωνίαν ἀνάπαυσιν ἀπιόντας;» καὶ ὅτι· «Οὐ δεῖ ἐπαίρεσθαί τινα ἐπὶ τοῖς ἑαυτοῦ κατορθώ‐ μασιν, ἀλλὰ ταπεινοῦσθαι πάντοτε καὶ τὰς μακροτέρας ἐρήμους | |
190 | μεταδιώκειν, ἡνίκα τις αἴσθηται ἑαυτὸν ὑπεραιρόμενον. ἡ γὰρ πλησίον τῶν χωρῶν διαγωγὴ πολλάκις καὶ τοὺς τελείους ἔβλα‐ ψεν. διόπερ καὶ Δαβὶδ ψάλλει τοιοῦτόν τι πεπονθώς· ἰδοὺ ἐμά‐ κρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. προσεδεχόμην τὸν θεὸν τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. πολλοὶ δὲ καὶ τῶν | |
195 | ἡμετέρων ἀδελφῶν πεπόνθασί τι τοιοῦτον καὶ δι’ ἀλαζονείαν τοῦ σκοποῦ ἐκπεπτώκασιν. Ἦν γάρ τις τῶν μοναχῶν, φησίν, ἐν τῇ πλησίον ἐρήμῳ ἐν τῷ σπηλαίῳ διάγων πᾶσαν ἄσκησιν ἐνδειξάμενος καὶ χερσὶν οἰκείαις τὸν ἑαυτοῦ ἄρτον ἡμέριον ποριζόμενος. ὡς δὲ προσέ‐ | |
1(200) | μενεν ταῖς δεήσεσιν καὶ προέκοπτεν ταῖς ἀρεταῖς, ἐφ’ ἑαυτῷ λοι‐ πὸν ἐπεποίθει θαρρῶν ἐπὶ τῇ καλῇ πολιτείᾳ. ὁ δὲ πειράζων | |
αὐτὸν ὡς τὸν Ἰὼβ ἐξῃτήσατο, καὶ δὴ φαντασίαν αὐτῷ παρέχε‐ ται πρὸς ἑσπέραν γυναικὸς εὐμόρφου πλανωμένης κατὰ τὴν ἔρη‐ μον. ἥτις εὑροῦσα τὴν θύραν ἀνεῳγμένην ἐπεπήδησεν εἰς τὸ σπή‐ | 20 | |
205 | λαιον καὶ προσπεσοῦσα τοῖς γόνασι τοῦ ἀνδρὸς ᾔτει παρ’ αὐτοῦ τὴν ἀνάπαυσιν, ὡς ἑσπέρας αὐτὴν καταλαβούσης. ὁ δ’ ὡς ἠλέη‐ σεν αὐτήν, ὅπερ οὐκ ὤφειλεν, ἐδέξατο αὐτὴν ἐν τῷ σπηλαίῳ, καὶ δὴ ἐπυνθάνετο αὐτῆς τὴν πλάνην. ἡ δ’ ὡς ἀπήγγειλεν, καὶ λόγους αὐτῷ κολακείας καὶ ἀπάτης ὑπέσπειρεν καὶ παρέτεινεν | |
210 | ἐπὶ πολὺ πρὸς αὐτὸν τὴν ὁμιλίαν, ἠρέμα δέ πως αὐτὸν καὶ ἐπ’ ἔ‐ ρωτα προσεκαλεῖτο καὶ λόγοι πλείους λοιπὸν πρὸς ἀλλήλους αὐ‐ τοῖς γίνονται καὶ γέλως καὶ μειδίαμα. ἀπεπλάνησεν δὲ αὐ‐ τὸν πολλῇ ὁμιλίᾳ καὶ τὸ ἐντεῦθεν λοιπὸν ἁφῇ χειρὸς καὶ γενείου καὶ αὐχένος καὶ αἰχμαλώτισεν τέλος τὸν ἀσκητήν. ὡς δὲ ἐστρέ‐ | |
215 | φετο μὲν ἐκεῖνος ἔνδοθεν τοῖς λογισμοῖς, ἅτε δὴ ἐν χερσὶν ἔχων τὸ πρᾶγμα, τὴν εὐκαιρίαν καὶ τὴν ἄδειαν τοῦ ἐκτελεῖν τὴν ἡδο‐ νὴν λογιζόμενος συγκατέθετο λοιπὸν τῇ διανοίᾳ καὶ δὴ συνελ‐ θεῖν αὐτῇ ἐπειρᾶτο, ἄφρων ἤδη καὶ θηλυμανὴς ἵππος γενόμενος. ἡ δὲ ἐξαίφνης μέγα ἀναβοήσασα ἄφαντος ἐκ τῶν χειρῶν αὐ‐ | |
220 | τοῦ γέγονεν, ὥσπερ σκιά τις ἀποδραμοῦσα, γέλως δὲ ἐν τῷ ἀ‐ έρι πολὺς ἀκούεται τῶν δαιμόνων ἐλεγχόντων αὐτὸν τῶν τῇ ἀπάτῃ παραγαγόντων καὶ μεγάλῃ φωνῇ πρὸς αὐτὸν βοώντων· »Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. σὺ δὲ ὑψώθης ἕως τῶν οὐρα‐ νῶν, ἐταπεινώθης δὲ ἕως τῶν ἀβύσσων». ἐντεῦθεν ἀναστὰς | 21 |
225 | τὸ πρωῒ τὸ νυκτερινὸν πένθος ἐπισυρόμενος καὶ διημερεύσας ἐν τοῖς θρήνοις ἀπογνοὺς ἑαυτοῦ τῆς σωτηρίας, ὅπερ οὐκ ὤφειλεν, εἰς τὸν κόσμον πάλιν ὑπέστρεψεν. τοῦτο γάρ ἐστι τοῦ πονηροῦ τὸ ἐπιτήδευμα, ὅταν τινὰ καταπαλαίσῃ, εἰς ἀφροσύνην αὐτὸν καθίστησιν, ἵνα τοῦ λοιποῦ μηκέτι δύνηται ἀναστῆναι. ὅθεν, ὦ | |
230 | τέκνα, οὐ συμβάλλεται ἡμῖν ἡ πλησίον τῶν χωρῶν οἴκησις, οὐδ’ ἡ τῶν γυναικῶν συντυχία, ἀνεξάλειπτον ἔχουσα μνήμην ἣν ἐκ τῆς ὄψεως καὶ ὁμιλίας ἐπισπώμεθα. οὔτε δὲ ὀφείλομεν ἑαυτῶν ἀπογνῶναι καὶ εἰς ἀνελπιστίαν ἑαυτοὺς ἀγαγεῖν. ἤδη γὰρ πολλοὶ καὶ τῶν ἀπογνωσθέντων τῆς παρὰ τοῦ ἐλεήμονος θεοῦ φιλαν‐ | |
235 | θρωπίας οὐκ ἐστερήθησαν. Ἦν γάρ τις ἕτερος νεανίας, φησίν, ἐν τῇ πόλει πάνυ πολλὰ κακὰ ἐργασάμενος καὶ χαλεπῶς ἡμαρτηκώς· ὃς νεύματι τοῦ | |
θεοῦ κατανυγεὶς ἐπὶ ταῖς πολλαῖς ἁμαρτίαις καὶ τοὺς τάφους καταλαβὼν τὴν προτέραν ἑαυτοῦ ζωὴν ἀπωδύρετο ἐπὶ πρόσωπον | 22 | |
240 | ἑαυτὸν καταβαλὼν καὶ μὴ τολμῶν ἀφεῖναι φωνήν, μηδ’ ὀνομά‐ ζειν θεόν, μηδὲ ἱκετεύειν, ὡς ἀνάξιον ἑαυτὸν ἡγούμενος καὶ αὐτῆς τῆς ζωῆς. καὶ πρὸ θανάτου ἐν τοῖς νεκροταφίοις ἑαυτὸν κατακλείσας καὶ ἀπειπὼν ἑαυτοῦ τὴν ζωὴν ἔστενεν μόνον κάτω‐ θεν ἐκ τοῦ βάθους τῆς καρδίας. ἑβδομάδος δὲ αὐτῷ παρελ‐ | |
245 | θούσης νύκτωρ αὐτῷ ἐφίστανται δαίμονες οἱ τὸ πρὶν αὐτοῦ τὴν ζωὴν καταβλάψαντες, κράζοντες καὶ λέγοντες· «Ποῦ ὁ μιαρός ἐστιν ἐκεῖνος; ὁ ταῖς λαγνείαις ἱκανῶς κορεσθεὶς νῦν, ἡμῖν ἄκαι‐ ρος, σώφρων ἐξαίφνης καὶ καλὸς ἀνεφάνη, καί, ὅτε οὐκέτι δύ‐ ναται, τότε Χριστιανὸς καὶ εὔτακτος εἶναι βούλεται. καὶ τί | |
1(250) | καλὸν ἔτι ἔσεσθαι αὐτῷ προσδοκᾷ ἐμφορηθεὶς τῶν ἡμετέρων κακῶν; οὐκ ἀναστήσῃ ταχὺ ἐκεῖθεν; οὐκ ἐπὶ τὰ συνήθη μεθ’ ἡμῶν ἥξεις; μένουσί σε πόρναι καὶ κάπηλοι· οὐκ ἐλεύσῃ καὶ τῶν ἐπιθυμιῶν ἀπολαύσεις πάσης σοι τῆς ἄλλης ἐλπίδος κατασβεσθείσης; ἥξει σοι πάντως ταχεῖα ἡ κρίσις οὕτως ἑαυτὸν | |
255 | ἀναιροῦντι. καὶ τί σπεύδεις πρὸς τὴν τιμωρίαν, ὦ ἄθλιε; τί δὲ φιλονικεῖς θᾶττον ἐπελθεῖν σοι τὴν δίκην;» ἄλλα τε πολλὰ λέ‐ γοντες· «Ἡμέτερος εἶ, ἡμῖν συνετάξω, ἀνομίαν ἤσκησας πᾶσαν, πάντων ἡμῶν ὑπεύθυνος γέγονας, καὶ δραπετεύειν τολμᾷς; οὐκ ἀποκρινῇ; οὐ συγκαταθήσῃ; οὐ συνεξελεύσῃ;» ὡς δὲ ἐκεῖνος | 23 |
260 | πρὸς ταῖς οἰμωγαῖς καρτερῶν οὐδὲ τὴν ἀκοὴν ἐπεῖχεν αὐτοῖς οὐδ’ ἀπεκρίνατο πρὸς αὐτοὺς λόγον ἐπὶ πολὺ ἐπιμενόντων αὐτῷ τῶν δαιμόνων, ὡς δὲ οὐδὲν ἤνυσαν τὰ αὐτὰ πολλάκις λέγοντες, διαλα‐ βόντες αὐτὸν οἱ πονηροὶ δαίμονες ᾔκιζον χαλεπῶς ἄγαν ἅπαν τὸ σῶμα αὐτοῦ καταξαίνοντες, καὶ βασανίζοντες αὐτὸν χαλεπῶς | |
265 | ἡμιθανῆ καταλιπόντες ἀπήρχοντο. ὁ δὲ οὐδὲν ἧττον ἀκίνη‐ τος, ἔνθαπερ αὐτὸν κατέλιπον, ἔκειτο στένων αὖθις, ἐπειδὴ τὴν ψυχὴν συνελέξατο. τῶν δὲ οἰκείων αὐτοῦ κατ’ ἴχνος ἀναζητη‐ | |
σάντων αὐτὸν καὶ εὑρόντων καὶ τὴν αἰτίαν τῆς τοῦ σώματος συμφορᾶς παρ’ αὐτοῦ μαθόντων, ἠξίουν αὐτὸν ἀπαγαγεῖν οἴκαδε. | 24 | |
270 | ὁ δὲ ἐπὶ πολὺ πολλάκις βιασαμένων ἀντέσχεν, καὶ πάλιν αὐτὸν τὴν ἐπιοῦσαν νύκτα χείρω τῶν ἔμπροσθεν οἱ δαίμονες ἐπὶ τοῖς αὐτοῖς διατιθέμενοι, καὶ οὐδ’ οὕτως πάλιν οἱ προσήκοντες αὐτὸν πείθουσι μεταστῆναι τοῦ τόπου, κρεῖττον εἶναι τεθνά‐ ναι λέγοντα ἢ ἐν τοιαύταις κηλῖσι τοῦ βίου ζῆν. ἡ τρίτη | |
275 | νὺξ ὑπὸ τῶν δαιμόνων μικροῦ πάντη τὸν ἄνθρωπον ἀπήλλαξεν, ἀνηλεῶς ἐπιπεσόντων αὐτῷ ταῖς βασάνοις καὶ ἕως ὑστάτης πνοῆς κακωσάντων. ὡς δὲ οὐκ εἶδον ἐνδόντα, ᾤχοντο, ἄπνουν μέντοι καταλιπόντες τὸν ἄνθρωπον· ἀπελθόντες οὖν ἐκεκράγεισαν λέ‐ | |
γοντες· «Ἐνίκησας, ἐνίκησας, ἐνίκησας.» καὶ οὐκέτι αὐτῷ | 25 | |
280 | συνήντησεν οὐδὲν δεινόν, ἀλλὰ καθαρὸς καθαρῶς τὸν τάφον ᾤκη‐ σεν ἕως ἔζη ἐξασκήσας τὴν ἀρετὴν καθαράν, οὕτως καὶ θεῷ τίμιος γενόμενος καὶ θαυμάτων ἐπίδειξιν ἐνδειξάμενος, ὥστε πολλοῖς καὶ θαῦμα καὶ ζῆλον καλῶν ἐπιτηδευμάτων παρέσχεν. ἐκ τούτου πλεῖστοι καὶ τῶν σφόδρα ἀπεγνωκότων ἑαυτῶν | |
285 | μετῆλθον τὰς καλὰς πράξεις καὶ κατώρθωσαν, καὶ γέγονεν αὐτοῖς τὸ τῆς γραφῆς λεγούσης· πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσε‐ ται. προηγουμένως οὖν, ὦ τέκνα, τὴν ταπεινοφροσύνην ἀσκή‐ σωμεν κρηπῖδα πρώτην οὖσαν πασῶν τῶν ἀρετῶν· πάντως δὲ συμβάλλεται ἡμῖν καὶ ἡ μακροτέρα ἔρημος πρὸς τὴν ἄσκησιν. | |
290 | Γέγονεν γάρ τις ἕτερος μοναχὸς τὴν πορρωτέρω ἔρημον | |
κατειληφὼς καὶ ἐν πολλοῖς ἔτεσι τὰς ἀρετὰς κατορθώσας. ἐν γήρει λοιπὸν τυγχάνων τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἐπειρᾶτο· ἦν γὰρ πάνυ ὁ ἀσκητὴς τὴν ἡσυχίαν ἀσπαζόμενος, καὶ ἐν εὐχαῖς καὶ ὕμνοις καὶ θεωρίαις πολλαῖς διημερεύων καὶ ὁράσεις τινὰς | 26 | |
295 | θειοτέρας ἐναργεῖς ἐθεώρει, τοῦτο μὲν ἐγρηγορώς, τοῦτο δὲ καὶ καθ’ ὕπνον. καὶ σχεδὸν ἴχνος ἐπείληπτο τῆς ἀσωμάτου ζωῆς, οὐ γῆν φυτεύων, οὐδὲ φροντίζων διαίτης, οὐδὲ ἐν τοῖς φυτοῖς ζητῶν ὅ τι παράσχῃ τῷ σώματι δεομένῳ, ἀλλ’ οὐδὲ ἐκ τῆς χλοῆς, οὐδὲ ἄγραν ὀρνίθων οὐδ’ ἄλλου τινὸς μετήρχετο ζῴου, ἀλλὰ πε‐ | |
1(300) | ποιθήσεως γέμων εἰς τὸν θεόν, ἐξ ὅτου ἐκ τῆς οἰκουμένης ἐκεῖ μετέστη, καὶ λόγον οὐδενὸς εἶχεν ὅπως αὐτῷ τρεφόμενον δια‐ μένοι τὸ σῶμα, ἀλλ’ ἐν λήθῃ πάντων ἑκὼν ἀνεῖχεν ἑαυτὸν τελείῳ πόθῳ πρὸς τὸν θεὸν παραμένων καὶ περιμένων τὴν ἐκ τοῦ κόσμου μετάθεσιν καὶ τῷ γε πλείστῳ τῇ τέρψει τῶν μὴ φαινομένων καὶ | |
305 | ἐλπιζομένων ἐτρέφετο. καὶ οὔτε τὸ σῶμα κατετήκετο αὐτοῦ τῇ παρατάσει, οὔτε ἄθυμος ἦν ἡ ψυχή, ἀλλ’ ἐν σεμνῇ τινι κατα‐ | |
στάσει τὴν καλὴν ἕξιν εἶχεν. πλὴν ἀλλὰ τιμῶν αὐτὸν ὁ θεὸς διά τινος τεταγμένου χρόνου δυοῖν ἢ τριῶν ἡμερῶν ἄρτον ἐπὶ τῆς τραπέζης ἐδίδου φαίνεσθαί τε καὶ εἶναι καὶ κεχρῆσθαι, καὶ | 27 | |
310 | εἰσελθὼν ἐκεῖνος ἐν τῷ σπηλαίῳ ἡνίκα αἰσθάνετο δεομένου τοῦ σώματος εὕρισκε τροφὴν καὶ προσκυνήσας καὶ εὐωχηθεὶς πάλιν τῶν ὕμνων ἀπήλαυεν, ἐπιμόνως τῆς εὐχῆς καὶ τῆς θεωρίας ἐχό‐ μενος, θάλλων ὁσημέραι καὶ ἐπιδιδοὺς τῷ παρόντι τῆς ἀρετῆς καὶ τῷ μέλλοντι τῆς ἐλπίδος ἐπὶ τὸ μεῖζον προβαίνων ἀεί· καὶ | |
315 | σχεδὸν ἐθάρρει περὶ τῆς ἀμείνονος ἑαυτοῦ λήξεως, ὡς ἔχων αὐ‐ τὴν ἐν χερσὶν ἤδη. ὃ καὶ γέγονεν αὐτῷ, μικροῦ δεῖν ἀποπεσόντος ἐκ τοῦ μετὰ ταῦτα ἐπελθόντος αὐτῷ πειρασμοῦ. τί γὰρ οὐ λέγομεν αὐτοῦ τὴν παρ’ ὀλίγον πτῶσιν; ὡς γὰρ εἰς τὸ φρόνημα τοῦτο ἦλθεν, ἔλαθεν ἑαυτὸν οἰόμενος πλεῖον εἶναί τι τῶν πολλῶν | |
320 | καὶ ὡς ἤδη τι παρὰ τοὺς ἄλλους ἀνθρώπους μεῖζόν [τι] κεκτη‐ | |
μένος, καὶ τοιοῦτος ὢν λοιπὸν ἑαυτῷ ἐπεποίθει. γεννᾶται οὖν οὐκ εἰς μακρὰν αὐτῷ πρῶτόν τις μικρὰ ῥαθυμία, ὅσον μηδὲ εἶναι ῥαθυμίαν δοκεῖν· εἶτα φύεται μείζων ἀμέλεια· εἶτα ὅσον καὶ αἴσθησιν εἶναι. καὶ γὰρ ἐκ τῶν ὕπνων ὀκνηρότερος διανί‐ | 28 | |
325 | σταται πρὸς τοὺς ὕμνους, καὶ τὸ τῶν εὐχῶν ἤδη ἀργότερον, καὶ ὁ ὕμνος οὐχ οὕτως ἐκτεταμένος, καὶ ἡ ψυχὴ βουλομένη, φησίν, ἀναπαύεσθαι, καὶ ὁ νοῦς ἔνευε κάτω, καὶ οἱ λογισμοὶ ῥεμβασμούς τινας ἔπασχον, καί πού τις ἐν τοῖς κρυφίοις ἀτοπία ἐμελετᾶτο. πλὴν ἀλλ’ ὁ ἐθισμὸς ἐκ τῶν πρόσθεν ἀπῆγέ πως ἔτι τὸν ἀσκητήν, | |
330 | ὥσπερ ῥύμη τις ἐκ τῆς ὁρμῆς ἐκείνης, καὶ διέσωζεν τέως. καί ποτε εἰσελθὼν μετὰ τὰς συνήθεις εὐχὰς πρὸς ἑσπέραν εὗρεν τὸν ἄρτον ἐπὶ τῆς τραπέζης θεόθεν αὐτῷ χορηγούμενον καὶ ἀνεκτή‐ σατο. ἐν ᾧ δὲ τὰς μειώσεις ἐκείνας οὐκ ἀπεβάλλετο οὐδὲ ἐλογί‐ σατο ὅτι τὰ παροράματα τὴν σπουδὴν βλάπτει, οὐδὲ ἐπὶ τὴν | |
335 | ἴασιν ἐτρέπετο τοῦ κακοῦ, ἀλλὰ μικρὸν ᾠήθη τὸ παρ’ ὀλίγον τῶν | |
δεόντων ἀποπεσεῖν. τοιγαροῦν αὐτὸν ἔρως ἐπιθυμίας ἁρπά‐ σας εἰς τὸν κόσμον ἀπῆγεν τοῖς λογισμοῖς. ὅμως ἐπισχὼν ἑαυ‐ τὸν τέως εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἐπὶ τὴν συνήθη τρεπόμενος ἄσκησιν καὶ εὐξάμενος καὶ ὑμνήσας εἰσελθὼν ἐν τῷ σπηλαίῳ | 29 | |
340 | τὸν μὲν ἄρτον εὗρεν παρακείμενον, οὐχ οὕτω δὲ ἐπιμελῆ καὶ κα‐ θαρόν, ἀλλ’ ἐρρυπωμένον πως ἤδη. καὶ θαυμάσας καί που κατ‐ ηφὴς γενόμενος, ὅμως μετέσχεν καὶ ἀνεκτήσατο. τρίτη νὺξ γέγονεν καὶ τριπλάσιον τὸ κακὸν προσετίθετο. καὶ γὰρ θᾶττον ὁ νοῦς αὐτοῦ τοῖς λογισμοῖς ἐγκατέσκηψεν, ἡ μνήμη δὲ αὐτοῦ | |
345 | ὡσὰν συμπαρούσης γυναικὸς καὶ συνανακειμένης συνδιετίθετο, καὶ τὸ πρᾶγμα ἐν ὀφθαλμοῖς εἶχεν καὶ ὡς πράττων αὐτὸ διετέ‐ λει. ἐξῆλθεν δὲ ὁμοίως καὶ τὴν τρίτην ἡμέραν ἐπὶ τὸ ἔργον καὶ τὴν εὐχὴν καὶ τοὺς ὕμνους, οὐκέτι καθαρὰς ἔχων τὰς ἐνθυμή‐ σεις, ἀλλὰ πυκνὰ μεταστρεφόμενος ἐμετεωρίζετο τοὺς ὀφθαλ‐ | |
1(350) | μοὺς ὧδε κἀκεῖ ἀκοντίζων. διέτεμνον γὰρ αὐτοῦ τὸ καλὸν ἔργον αἱ μνῆμαι τῶν ἐνθυμημάτων. ἑσπέρας οὖν ἐπανῆλθεν ἄρτου δεόμενος. τὸν δὲ εὗρεν μὲν ἐν τῇ τραπέζῃ, ἀλλ’ οἷον ὑπὸ μυῶν ἢ κυνῶν βεβρωμένον καὶ λείψανόν τι τῶν ξηρῶν ἔξωθεν. τότε στένει μὲν καὶ δακρύει, ἀλλ’ οὐχ ὅσον ἱκανόν, οὐδ’ ὅσον στεῖλαι | |
355 | τὴν ἀτοπίαν. καὶ τραφεὶς οὐχ ὅσον ἤθελεν οὐχ οἷός τε ἦν ἀνα‐ παύσασθαι. ὡς δὲ ἐπῆλθον αὐτῷ οἱ λογισμοὶ ἀθρόως πάν‐ τοθεν αὐτὸν περιέχοντες καὶ πολεμοῦντες αὐτοῦ τὴν διάνοιαν, εὐθὺς αἰχμάλωτον αἴρουσιν εἰς τὸν κόσμον. ἀναστὰς δὲ ᾤχετο ἐπὶ τὴν οἰκουμένην διὰ τῆς ἐρήμου νυκτοπορῶν. καταλαβούσης | 30 |
360 | δὲ αὐτὸν τῆς ἡμέρας καὶ τῆς οἰκουμένης ἔτι μακρὰν ἀπεχούσης καὶ τοῦ καύματος αὐτὸν θλίβοντος ἐκοπίασεν. κατενόει δὲ πάν‐ τοθεν ἑαυτοῦ κύκλῳ περισκοπῶν, εἴ που μοναστήριον ἀναφανείη καὶ εἰσελθὼν ἀναπαύσηται. ὅπερ καὶ γέγονεν, ὑποδεξαμένων αὐτὸν εὐλαβῶν τινων καὶ πιστῶν ἀδελφῶν, οἳ ὡς πατέρα γνή‐ | |
365 | σιον θεασάμενοι ἔνιψαν τὰς ὄψεις αὐτοῦ καὶ τοὺς πόδας καὶ εὐξά‐ μενοι τράπεζαν παραθέντες τὰ εὑρεθέντα ἠξίουν μετὰ ἀγάπης μεταλαβεῖν. ὡς δὲ ἀνεκτήσατο, ἠξίουν λόγον σωτηρίας αὐτοῖς παρ’ αὐτοῦ οἱ ἀδελφοὶ λέγεσθαι, καὶ οἵαις μεθόδοις δύναιντο σωθῆναι ἐκ τῆς τοῦ διαβόλου παγίδος, καὶ ὅπως τῶν αἰσχρῶν | |
370 | λογισμῶν περιγένωνται. ὁ δὲ αὐτοὺς ὡς πατὴρ τέκνα νου‐ θετῶν παρῄνει προσκαρτερεῖν ἐν τοῖς πόνοις ὀλίγον ὕστερον εἰς | |
ἀνάπαυσιν πολλὴν μεθισταμένους, καὶ πολλὰ ἕτερα περὶ ἀσκή‐ σεως αὐτοῖς διαλεγόμενος λίαν ὠφέλησεν. παυσάμενος δὲ τῆς νουθετήσεως καὶ μικρὸν ἐν ἑαυτῷ γενόμενος διελογίζετο πῶς ἄλ‐ | 31 | |
375 | λους νουθετῶν αὐτὸς ἀνουθέτητος ἔμεινεν. καὶ συνειδὼς αὐ‐ τοῦ τὴν ἧτταν δρομαῖος ἐπὶ τὴν ἔρημον πάλιν ἐχώρει ἀποδυ‐ ρόμενος ἑαυτὸν καὶ λέγων· «Εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου, καὶ παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ· παρὰ μικρὸν συνετέλεσάν με ἐν τῇ γῇ». καὶ γέγονεν | |
380 | ἐπ’ αὐτῷ τὸ εἰρημένον· «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πό‐ λις ὀχυρὰ καὶ ὡς τεῖχος ἄπτωτον». καὶ ἐκεῖθεν λοιπὸν πεν‐ θῶν διετέλει πάντα τὸν βίον τὴν θεόθεν τράπεζαν ζημιωθεὶς καὶ μετὰ καμάτου τὸν ἄρτον ἑαυτοῦ ποριζόμενος. καθείρξας γὰρ ἑαυτὸν ἐν τῷ σπηλαίῳ καὶ σάκκον καὶ σποδὸν ἑαυτῷ ὑποστρώ‐ | |
385 | σας οὐ πρότερον ἀνέστη χαμόθεν οὐδὲ ἐπαύσατο ἀποδυρόμενος, πρὶν φωνῆς ἀγγέλου ἀκοῦσαι πρὸς αὐτὸν λέγοντος κατ’ ὄναρ· «Ἐδέξατο ὁ θεὸς τὴν μετάνοιάν σου καὶ ἠλέησέν σε· καὶ τοῦ λοιποῦ ὅρα μὴ ἀπατηθῇς. ἐλεύσονται δὲ οἱ ἀδελφοὶ παρακαλοῦν‐ τές σε, οὓς σὺ ἐνουθέτησας, καὶ κομιοῦσίν σοι εὐλογίας· ἃς | |
390 | ὑποδεξάμενος μεταλήψῃ σὺν αὐτοῖς καὶ τῷ θεῷ διὰ παντὸς εὐ‐ χαριστήσεις.» Ταῦτα οὖν, ὦ τέκνα, ὑμῖν ὑφηγησάμην, ἵνα τὴν ταπεινο‐ | |
φροσύνην πρῶτον ἀσκήσητε, κἂν ἐν μικροῖς κἂν ἐν μεγάλοις δόξητε εἶναι—αὕτη γάρ ἐστιν ἡ πρώτη τοῦ σωτῆρος ἐντο‐ | 32 | |
395 | λὴ λέγοντος μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασι‐ λεία τῶν οὐρανῶν—, καὶ ἵνα μὴ ἀπατηθῆτε ὑπὸ τῶν δαιμόνων τῶν φαντασίας ὑμῖν ἐγειρόντων. ἀλλ’ ἐάν τις ἔλθῃ πρὸς ὑμᾶς ἢ ἀδελφὸς ἢ φίλος ἢ ἀδελφὴ ἢ γυνὴ ἢ πατὴρ ἢ διδάσκαλος ἢ μήτηρ ἢ παῖς ἢ οἰκέτης, πρῶτον εἰς προσευχὴν τὰς χεῖρας ἐκτεί‐ | |
1(400) | νατε, καὶ ἐὰν ᾖ φάντασμα, φεύξεται ἀφ’ ὑμῶν. κἂν ἀπατῶσιν ὑμᾶς οἱ δαίμονες ἢ οἱ ἄνθρωποι κολακεύοντες ὑμᾶς καὶ ἐπαινοῦντες, μὴ πείθεσθε αὐτοῖς μηδὲ ἐπαίρεσθε τῇ διανοίᾳ. κἀμὲ γὰρ οὕτως ἠπάτησαν οἱ δαίμονες πολλάκις ἐν νυκτί, καὶ οὔτε εὔξασθαί με οὔτε ἀναπαύσασθαι συνεχώρησαν, φαν‐ | |
405 | τασίας μοί τινας παρέχοντες ὅλην τὴν νύκτα. καὶ πρωῒ ἐμ‐ παίζοντες προσέπεσάν μοι λέγοντες· «Συγχώρησον ἡμῖν, ἀββᾶ, ὅτι κόπους σοι παρεσχήκαμεν ὅλην τὴν νύκτα». ἐγὼ δὲ εἶπον πρὸς αὐτούς· «Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο‐ μίαν· οὐ γὰρ μὴ ἐκπειράσητε δοῦλον θεοῦ». | |
410 | Ὥστε οὖν καὶ ὑμεῖς, ὦ τέκνα, τὴν ἡσυχίαν μεταδιώξατε | |
πρὸς τὴν θεωρίαν ἀεὶ γυμναζόμενοι, ἵνα καθαρὸν κτήσησθε νοῦν τῷ θεῷ προσευχόμενοι. καλὸς μὲν γὰρ κἀκεῖνος ὁ ἀσκητὴς ὁ συνεχῶς ἐν τῷ κόσμῳ γυμναζόμενος καὶ περὶ τὰς καλὰς πρά‐ ξεις ἀσχολούμενος, ὁ τὴν φιλαδελφίαν ἐπιδεικνύμενος καὶ τὴν | 33 | |
415 | φιλοξενίαν καὶ τὴν ἀγάπην καὶ ἐλεημοσύνας διαπραττόμενος καὶ εὐεργετῶν τοὺς παρόντας καὶ τοῖς κάμνουσι βοηθῶν καὶ ἀσκαν‐ δάλιστος διαμένων. καλὸς μὲν οὗτος καὶ πάνυ καλός· πρακ‐ τικὸς γὰρ καὶ ἐργάτης ἐστὶν τῶν ἐντολῶν, ἀλλὰ περὶ τὰ γήϊνα ἀσχολεῖται. κρείττων γε μὴν τούτου καὶ μείζων ὁ θεωρητικὸς | |
420 | ἐκεῖνος ὁ ἀπὸ τῶν πρακτικῶν ἐπὶ τὴν νόησιν ἀναδραμὼν παρεὶς ἑτέροις ταῦτα φροντίζειν, αὐτὸς δὲ καὶ ἑαυτὸν ἀπαρνησάμενος καὶ ἑαυτοῦ λήθην ἔχων πολυπραγμονεῖ τὰ οὐράνια εὔλυτος πάν‐ των τῷ θεῷ παριστάμενος, ὑπ’ οὐδεμιᾶς φροντίδος ἑτέρας ὄπι‐ σθεν κατασπώμενος. ὁ τοιοῦτος γὰρ σὺν θεῷ διάγει, σὺν θεῷ | |
425 | πολιτεύεται, ἀπαύστοις ὕμνοις ὑμνῶν τὸν θεόν.» Ταῦτά τε καὶ ἄλλα πάμπολλα ἡμῖν διηγούμενος ὁ μακά‐ ριος Ἰωάννης ἐπὶ τρεῖς ἡμέρας ἄχρις ἐννάτης ὥρας διαλεγό‐ μενος τὰς ψυχὰς ἡμῶν ἐθεράπευεν. δοὺς δὲ ἡμῖν εὐλογίας ἐν | |
εἰρήνῃ πορευθῆναι προσέταξεν, εἰπὼν ἡμῖν καὶ προφητείαν τινά, | 34 | |
430 | ὅτι· «Σήμερον τὰ ἐπινίκια τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου εἰς τὴν Ἀλεξάνδρειαν εἰσεληλύθασιν τῆς τοῦ τυράννου Εὐγενίου ἀναιρέσεως», καὶ ὅτι· «Δεῖ τὸν βασιλέα ἰδίῳ θανάτῳ τελευτῆ‐ σαι». ἅπερ συνέβη κατὰ ἀλήθειαν οὕτω γενέσθαι. Ὡς δὲ πολλοὺς καὶ ἄλλους πατέρας ἐθεασάμεθα, ἥκασιν | |
435 | ἀδελφοὶ ἀναγγέλλοντες ἡμῖν τετελειῶσθαι τὸν μακάριον Ἰωάν‐ νην θαυμαστόν τινα τρόπον· ἐντειλάμενος γὰρ ἐπὶ τρεῖς ἡμέρας μηδένα συγχωρεῖν πρὸς αὐτὸν ἀνιέναι, κλίνας τὰ γόνατα εἰς προσευχὴν ἐτελειώθη πρὸς θεὸν ἀπερχόμενος· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. | |
2(t) | βʹ. Περὶ ἀββᾶ Ὤρ. | |
1 | Ἐθεασάμεθα δὲ καὶ ἕτερον ἄνδρα θαυμαστὸν ἐν Θηβαΐδι, ἀββᾶ Ὢρ ὄνομα αὐτῷ, πατέρα μοναστηρίων ἀδελφῶν χιλίων, σχῆμα μὲν ἔχοντα ἀγγελικόν, ἐνενηκονταέτη που ὄντα, ἄχρι τοῦ στήθους ἔχοντα λαμπρὸν πώγωνα, καὶ φαιδρὸν τῷ προσώπῳ, | |
5 | ὡς καὶ ὁρώμενον αὐτὸν μόνον δυσωπηθῆναι τὸν ἄνδρα. οὗτος | |
πολλὰ πρότερον καθ’ ἑαυτὸν ἐν τῇ ἐρήμῳ ἀσκήσας τῇ πορρω‐ τέρᾳ, ὕστερον ἐν τῇ πλησίον ἐρήμῳ τὰ μοναστήρια συνεκρότη‐ σεν, ἕλος φυτεύσας χερσὶν οἰκείαις, ξύλων ἀγρίων ὄντων ἐν τῷ τόπῳ, ὡς ὕλην εἶναί τινα πολλὴν ἐν τῇ ἐρήμῳ. ἔλεγον γὰρ | 35 | |
10 | ἡμῖν οἱ περὶ αὐτὸν πατέρες ὅτι· «Οὐδὲ βλαστὸς εἷς ἦν ὧδε, ὅτε τὸ πρὶν ὁ ἀνὴρ ἐκ τῆς ἐρήμου παρεγένετο.» ἐφύτευσεν δὲ τοῦτο ἵνα μὴ διά τινα χρείαν οἱ συνερχόμενοι πρὸς αὐτὸν ἀδελφοὶ ἀναγκα‐ σθῶσιν περιάγειν. ἀλλὰ πᾶσαν πρόνοιαν αὐτῶν ἐποιεῖτο εὐχόμε‐ νος τῷ θεῷ καὶ ὑπὲρ τῆς σωτηρίας αὐτῶν ἀγωνιζόμενος, ἵνα ἐν | |
15 | μηδενὶ λείπωνται τῶν ἀναγκαίων καὶ μὴ πρόφασις αὐτοῖς ῥα‐ θυμίας τις γένηται. οὗτος ἐν τῇ ἐρήμῳ πρῶτον διάγων ἤ‐ σθιεν μὲν βοτάνας καὶ ῥίζας τινὰς γλυκείας, ἔπινεν δὲ ὕδωρ ὅτε καὶ εὕρισκεν, ἐν εὐχαῖς καὶ ὕμνοις διατελῶν πάντα τὸν χρόνον. ὡς δὲ λοιπὸν εἰς τὴν τελείαν τοῦ γήρως ἔφθασεν ἡλικίαν, ἄγ‐ | |
20 | γελος αὐτῷ φαίνεται κατ’ ὄναρ ἐν τῇ ἐρήμῳ λέγων ὅτι· «Ἔσῃ εἰς ἔθνος μέγα καὶ πολὺν λαὸν πιστευθήσῃ. ἔσονται δὲ οἱ σωζό‐ μενοι διὰ σοῦ μυριάδες δέκα. ὅσους γὰρ ἂν ἐνταῦθα κερδήσῃς, τοσούτων ἄρξεις ἐν τῷ αἰῶνι τῷ μέλλοντι. καὶ μηδὲν διστάσῃς», φησὶν ὁ ἄγγελος πρὸς αὐτόν· «οὐδέποτε γάρ σοι λείψει τὰ πρὸς | |
25 | τὴν χρείαν ἄχρι τῆς τελευτῆς, ὁσάκις ἂν ἐπικαλέσῃ τὸν θεόν.» ταῦτα ἀκούσας ἐπὶ τὴν πλησίον ἔρημον ὥρμησεν καταμόνας πρῶτον διάγων, καλύβιον μικρόν τι ἑαυτῷ κατασκευάσας, λα‐ χάνοις συνθέτοις μόνον ἀρκούμενος, πολλάκις καὶ δι’ ἑβδομάδος | |
ἅπαξ μεταλαμβάνων. ἀγράμματος μὲν ὢν τὸ πρῶτον, ἐπεὶ δὲ ἐκ | 36 | |
30 | τῆς ἐρήμου ἐπὶ τὴν οἰκουμένην ἤρχετο, χάρις αὐτῷ θεόθεν δί‐ δοται καὶ τὰς γραφὰς ἔξωθεν ἀπεστήθιζεν. ἐπιδοθέντος γὰρ αὐ‐ τῷ βιβλίου παρὰ τῶν ἀδελφῶν, ὡς ἔμπειρος τῶν γραφῶν, οὕτω λοιπὸν ἀνεγίνωσκεν. εἰλήφει δὲ καὶ ἑτέραν χάριν τὴν κατὰ τῶν δαιμόνων ἐλασίαν, ὡς πολλοὺς τῶν πασχόντων καὶ μὴ βου‐ | |
35 | λομένους παριστᾶν, βοώντων αὐτοῦ τὴν πολιτείαν· ἰάσεις τε τὰς ἄλλας ἐπιτελῶν οὐκ ἐπαύετο, ὡς συναχθέντας πανταχόθεν πρὸς αὐτὸν μοναχοὺς εἰς χιλιάδας συνάγεσθαι. Ἰδὼν οὖν ἡμᾶς ὁ ἀνὴρ καὶ περιχαρὴς γενόμενος ἠσπάσατό τε καὶ ὑπερηύξατο· νίψας τε τοὺς πόδας ἡμῶν χερσὶν οἰκείαις | |
40 | πρὸς διδασκαλίαν ἐτρέπετο. ἔμπειρος γὰρ ἦν λίαν τῶν γραφῶν θεόθεν ταύτην τὴν χάριν κτησάμενος. πολλὰ δὲ ἡμῖν τῶν γραφῶν λύσας κεφάλαια καὶ τὴν ὀρθόδοξον πίστιν παραδοὺς ἐπὶ τὰς εὐ‐ χὰς προετρέπετο. ἔθος γὰρ τοῖς μεγάλοις μὴ πρότερον τρο‐ φὴν προσίεσθαι τῇ σαρκί, πρὶν ἢ τὴν πνευματικὴν τροφὴν τῇ | |
45 | ψυχῇ παραδοῦναι, τοῦτο δὲ ἡ τοῦ Χριστοῦ ἐστιν κοινωνία. μετα‐ λαβόντας οὖν ταύτης καὶ εὐχαριστήσαντας ἐπὶ τὴν τράπεζαν προ‐ ετρέπετο, αὐτός τι ἀεὶ τῶν σπουδαίων ὑπομιμνήσκων καθήμενος | |
καὶ λέγων ἡμῖν· «Οἶδα ἐγώ τινα ἄνθρωπον ἐν τῇ ἐρήμῳ μη‐ δὲν γήϊον βρῶμα ἐπὶ τρία ἔτη γευσάμενον, ἀλλὰ ἄγγελος αὐτῷ | 37 | |
2(50) | κατὰ τρεῖς ἡμέρας οὐράνιον βρῶμα ἐκόμιζεν καὶ ἔβαλλεν αὐτοῦ εἰς τὸ στόμα, καὶ τοῦτο αὐτῷ ἀντὶ τροφῆς καὶ ποτοῦ ἐγίγνετο. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον ὅτι ἦλθον πρὸς αὐτὸν ἐν φαν‐ τασίᾳ οἱ δαίμονες ἀγγελικὰς στρατιὰς ἐπιδεικνύντες καὶ ἅρμα πυ‐ ρὸς καὶ δορυφορίαν πολλήν, οἷά τε βασιλέως τινὸς ἐπιδημοῦντος | |
55 | καὶ λέγοντος αὐτῷ· «Κατώρθωσας πάντα, ὦ ἄνθρωπε· προσκύ‐ νησόν με καὶ ὡς Ἠλίαν σε ἀναλήψομαι». ἔλεγεν δὲ ὁ μο‐ ναχὸς ἐν τῇ αὐτοῦ διανοίᾳ· «Καθ’ ἡμέραν προσκυνῶ ἐγὼ τῷ ἐμῷ βασιλεῖ καὶ σωτῆρι, καὶ εἰ ἦν οὗτος ἐκεῖνος, οὐκ ἂν τοῦτο παρ’ ἐμοῦ ᾔτει». ὡς δὲ μόνον εἶπεν αὐτῷ τὰ τῆς διανοίας, ὅτι | |
60 | «Ἔχω τὸν ἐμὸν βασιλέα Χριστόν, ὃν ἀεὶ προσκυνῶ· σὺ δὲ οὐκ εἶ ἐμὸς βασιλεύς», εὐθὺς ἐκεῖνος ἄφαντος γέγονεν. ταῦτα οὖν ἡμῖν ὡς περὶ ἄλλου διαλεγόμενος τὰς ἑαυτοῦ πολιτείας κρύπ‐ τειν ἠβούλετο· οἱ δὲ συνόντες αὐτῷ πατέρες αὐτὸν ἔλεγον ταῦ‐ τα ἑωρακέναι. | |
65 | Ἦν γοῦν τοιοῦτος ὁ ἀνὴρ ἐπίδοξος ἐν πολλοῖς ἄλλοις πα‐ τράσιν, ὡς πολλῶν πρὸς αὐτὸν μοναχῶν ἐρχομένων πάντας τοὺς παρόντας συγκαλούμενος ἐν μιᾷ ἡμέρᾳ τὰ κελλία αὐτοῖς ἐποίει, τοῦ μὲν πηλὸν ἐπιδιδοῦντος, τοῦ δὲ πλίνθον, τοῦ δὲ ὕδωρ ἀντ‐ λοῦντος, ἑτέρου δὲ ξύλα κόπτοντος. καὶ ἀποτελεσθέντων αὐτοῖς | |
70 | τῶν κελλίων αὐτὸς τὰς χρείας ἐπήρκει τοῖς ἐρχομένοις. Οὗτος ψευδαδέλφου τινὸς πρὸς αὐτὸν ἐλθόντος καὶ τὰ ἑαυ‐ τοῦ ἱμάτια ἀποκρύψαντος ἐλέγξας αὐτὸν ἐπὶ πάντων εἰς μέσον τὰ εἴδη προήνεγκεν, ὥστε μηκέτι τολμᾶν μηδένα ἐπ’ αὐτοῦ ψεύ‐ σασθαι τοσαύτην χάριν ἀρετῆς ἔχοντος, ἣν διὰ τῆς πολλῆς καὶ | 38 |
75 | καλῆς πολιτείας ἑαυτῷ συνελέξατο. ἦν δὲ ἰδεῖν τὸ πλῆθος τῶν σὺν αὐτῷ μοναχῶν ἐν τῇ ἐκκλησίᾳ, οἷον χορούς τινας δικαίων λαμπροφορούντων καὶ ἀπαύστοις ὕμνοις τὸν θεὸν δοξαζόντων. | |
3(t) | γʹ. Περὶ Ἄμμωνος. | |
1 | Ἐθεασάμεθα δὲ ἐν Θηβαΐδι καὶ ἕτερον ἄνδρα, ὀνόματι Ἄμ‐ μωνα, πατέρα μοναχῶν τρισχιλίων, οὓς καὶ Ταβεννησιώτας ὠνό‐ μαζον, μεγάλην ἔχοντας πολιτείαν καὶ μηλωτὰς φοροῦντας, κε‐ καλυμμένῳ προσώπῳ ἐσθίοντας καὶ κάτω νεύοντας, μή τις τὸν | |
5 | ἄλλον θεάσηται, καὶ σιωπὴν ἀσκοῦντας πολλήν, ὡς δοκεῖν ἐν ἐρη‐ μίαις εἶναι, ἕκαστον τὴν ἑαυτοῦ πολιτείαν κρυφῇ ποιοῦντας, μό‐ νον δὲ σχήματι καθημένους ἐπὶ τραπέζης ὡς καὶ δοκεῖν ἐσθίειν καὶ πειρωμένους λαθεῖν ἀλλήλους. οἱ μὲν γὰρ αὐτῶν ἅπαξ καὶ | |
δεύτερον τῷ στόματι τὴν χεῖρα προσῆγον ἄρτου ἢ ἐλαιῶν ἤ τι‐ | 39 | |
10 | νος τῶν παρακειμένων ἁψάμενοι, καὶ ἑκάστου προσφαγίου ἅπαξ γευσάμενοι ἠρκοῦντο τῇ τροφῇ ταύτῃ. ἄλλοι τὸν ἄρτον ἠρέ‐ μα μασώμενοι ἀπροσποιήτως τε τῶν ἄλλων ἔχοντες, οὕτως ἐν‐ εκαρτέρουν. ἄλλοι δὲ τῶν ζωμῶν μόνον τρίτον ἐγεύοντο, ἐνεκρα‐ τεύοντο δὲ τὰ ἄλλα. ἅπερ πάντα κατὰ λόγον θαυμάσας οὐ παρ‐ | |
15 | ῆκα τὴν ἐκ ταύτης 〈τῆς διηγήσεωσ〉 ὠφέλειαν. | |
4(t) | δʹ. Περὶ ἀββᾶ Βῆ. | |
1 | Εἴδομεν δὲ καὶ ἄλλον πρεσβύτην πραότητι πάντας ἀνθρώ‐ πους ὑπερβαλλόμενον, ὀνόματι ἀββᾶ Βῆν. ὃν διεβεβαιοῦντο οἱ περὶ αὐτὸν ἀδελφοὶ μηδέποτε ὀμωμοκέναι, μηδὲ ψεύσασθαί ποτε, μηδὲ ὀργισθῆναι κατά τινος, μηδὲ ἐπιπλῆξαι λόγῳ τινὶ πώποτε. | |
5 | ἦν γὰρ ὁ βίος αὐτοῦ λίαν ἡσύχιος καὶ ὁ τρόπος ἐπιεικής, ἀγγε‐ λικὴν κατάστασιν ἔχοντος. ἦν δὲ καὶ ταπεινόφρων ἄγαν καὶ | |
ἑαυτὸν εὐτελίζων. πολλὰ γὰρ ἡμῶν παρακαλούντων αὐτὸν εἰ‐ πεῖν πρὸς ἡμᾶς προτρεπτικὸν λόγον, μόλις ἠνέσχετο περὶ πρα‐ ότητος ἡμῖν μόνον ὀλίγα διαλεχθῆναι. | 40 | |
10 | Οὗτος ἱπποποτάμου λυμηναμένου τὴν γείτονα χώραν ἐπι‐ στὰς τῷ τόπῳ ὑπὸ τῶν γεωργῶν παρακληθεὶς καὶ ἰδὼν τὸ θη‐ ρίον μέγεθος ἐξαίσιον ἔχον πραείᾳ φωνῇ ἐνετείλατο αὐτῷ λέγων· «Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ μηκέτι λυμήνα‐ σθαι τὴν χώραν». ὁ δὲ ὡς ὑπὸ ἀγγέλου ἐλασθεὶς τοῦ τόπου παν‐ | |
15 | τάπασιν ἀφανὴς ἐγένετο. οὕτω δὲ καὶ κροκόδειλον ἀπεδίωξεν ἄλλοτε. | |
5(t) | εʹ. Περὶ Ὀξυρύγχου. | |
1 | Παρεγενόμεθα δὲ καὶ εἰς Ὀξύρυγχον πόλιν τινὰ τῆς Θη‐ βαΐδος, ἧς οὐκ ἔστιν εἰπεῖν κατ’ ἀξίαν τὰ θαύματα. γέμει γὰρ οὕτως ἔνδοθεν μοναστηρίων, ὡς τὰ τείχη ἐξηχεῖσθαι ὑπ’ αὐτῶν | |
τῶν μοναχῶν, περιέχεται δὲ ἔξωθεν μοναστηρίοις ἑτέροις, ὡς | 41 | |
5 | ἄλλην εἶναι παρ’ αὐτὴν τὴν ἔξω πόλιν. ἔγεμον δὲ τῆς πόλεως οἱ ναοὶ καὶ τὰ καπετώλια τῶν μοναχῶν καὶ κατὰ πᾶν μέρος τῆς πόλεως οἱ μοναχοὶ ᾤκουν. δεκαδύο γάρ εἰσιν ἐν αὐτῇ ἐκκλη‐ σίαι μεγίστης οὔσης τῆς πόλεως, ἐν αἷς οἱ ὄχλοι συνάγονται· τὰ γὰρ τῶν μοναχῶν εὐκτήρια καθ’ ἕκαστον ἦν μοναστήριον. | |
10 | καὶ σχεδὸν πλείους ἦσαν οἱ μοναχοὶ ὑπὲρ τοὺς κοσμικοὺς πο‐ λίτας κατὰ τὰς εἰσόδους τῆς πόλεως καὶ ἐν τοῖς πύργοις τῶν πυλῶν καταμένοντες. πεντακισχίλιοι γὰρ μοναχοὶ ἐλέγοντο εἶ‐ ναι ἔνδοθεν, τοσοῦτοι δ’ ἄλλοι ἔξωθεν αὐτὴν περιέχοντες, καὶ οὐκ ἦν ὥρα ἡμερινὴ οὐδὲ νυκτερινὴ ἐν ᾗ τὰς λατρείας οὐκ ἐπε‐ | |
15 | τέλουν θεῷ· ἀλλὰ γὰρ οὐδεὶς ἦν οἰκήτωρ αἱρετικὸς οὐδὲ ἐθνικὸς ἐν τῇ πόλει, ἀλλὰ πάντες ὁμοῦ οἱ πολῖται πιστοὶ καὶ κατηχού‐ μενοι, ὡς δύνασθαι δοῦναι τὸν ἐπίσκοπον ἐν τῇ πλατείᾳ εἰρήνην τῷ λαῷ. οἱ δὲ στρατηγοὶ αὐτῶν καὶ οἱ ἄρχοντες οἱ τὰς φι‐ λοτιμίας τοῖς δήμοις παρέχοντες κατὰ τὰς πύλας καὶ τὰς εἰσ‐ | |
20 | όδους σκοποὺς ἔστησαν πρὸς τὸ εἰ ξένος που πενόμενος φανείη ἀχθῆναι πρὸς αὐτοὺς ληψόμενον πρὸς παραμυθίαν ἀναλώματα. καὶ τί ἄν τις εἴποι τὴν εὐλάβειαν τῶν δήμων ὁρώντων ἡμᾶς τοὺς | |
ξένους διὰ τῆς ἀγορᾶς παριόντας καὶ ὥσπερ ἀγγέλοις ἡμῖν προσιόντων; τί δὲ τὸ πλῆθος ἐξείποι τις τῶν μοναχῶν καὶ παρ‐ | 42 | |
25 | θένων ἀναριθμήτου ὄντος; πλὴν ὅσον παρὰ τοῦ ἐκεῖ ἁγίου ἐπισκόπου ἠκριβευσάμεθα ἐδηλώσαμεν, μυρίους μὲν μοναχοὺς ὑπ’ αὐτόν, δισμυρίας δὲ παρθένους ἔχοντος. τὴν δὲ φιλοξενίαν αὐτῶν καὶ τὴν ἀγάπην οἵαν καὶ εἶχον, ἐμὲ οὐχ οἷόν τε ἐξειπεῖν· διεσπᾶτο γὰρ ἡμῶν τὰ πάλλια ἑκατέρων ἡμᾶς πρὸς ἑαυτοὺς ἀνθ‐ | |
30 | ελκόντων. Καὶ εἴδομεν ἐκεῖ πολλοὺς καὶ μεγάλους πατέρας διάφορα χαρίσματα ἔχοντας, τοὺς μὲν ἐν λόγῳ, τοὺς δὲ ἐν πολιτείᾳ, τοὺς δὲ ἐν δυνάμεσι καὶ σημείοις. | |
6(t) | ϛʹ. Περὶ Θέωνος. | |
1 | Εἴδομεν δὲ καὶ ἄλλον οὐ μακρὰν τῆς πόλεως ἐπὶ τὴν ἔρη‐ μον, Θέωνα ὀνόματι, ἄνδρα ἅγιον ἐν οἰκίσκῳ καταμόνας ἐγκε‐ κλεισμένον ἐπὶ τριακονταέτη χρόνον σιωπὴν ἀσκήσαντα· ὃς πλεί‐ στας δυνάμεις ἐπιτελῶν ὡς προφήτης παρ’ αὐτοῖς ἐνομίζετο. ἐξ‐ | |
5 | ήρχετο γὰρ πρὸς αὐτὸν ἡμέριον τὸ πλῆθος τῶν ἀσθενούντων καὶ διὰ θυρίδος ἐπιθεὶς αὐτοῖς τὴν χεῖρα ὑγιεῖς ἀπέλυεν ἀπελθεῖν. ἦν δὲ ἰδεῖν αὐτὸν τὸ πρόσωπον ἀγγέλου ἔχοντα, χαροποιὸν τοῖς ὀφθαλμοῖς καὶ πολλῆς χάριτος ὅλον μεστόν. Ὃς οὐ πρὸ πολλοῦ τινος χρόνου λῃστῶν αὐτῷ ἐπελθόντων | 43 |
10 | νυκτὸς μακρόθεν οἰηθέντων χρυσίον εὑρήσειν ἱκανὸν παρ’ αὐτῷ καὶ βουλομένων αὐτὸν ἀναιρεῖν ηὔξατο καὶ ἀκίνητοι πρὸς τὰς θύρας αὐτοῦ ἄχρι πρωῒ ἔμειναν. παραγενομένων δὲ πρὸς αὐτὸν πρωῒ τῶν ὄχλων καὶ πυρὶ παραδοῦναι αὐτοὺς προαιρουμένων ἀν‐ αγκασθεὶς ἕνα πρὸς αὐτοὺς ἀπεφθέγξατο λόγον· «Ἄφετε τού‐ | |
15 | τους ὑγιεῖς ἀπελθεῖν· εἰ δὲ μή γε, ἡ χάρις τῶν ἰαμάτων ἀπ’ ἐ‐ μοῦ φεύξεται». οἱ δὲ ἤκουσαν αὐτοῦ· οὐδὲ γὰρ ἀντειπεῖν ἐτόλ‐ μων. καὶ ἦσαν εὐθὺς οἱ λῃσταὶ ἐν τοῖς πέριξ μοναστηρίοις σὺν τοῖς μοναχοῖς μεταβαλόντες τὸν τρόπον καὶ ἐπὶ τοῖς πεπραγμέ‐ νοις μετανοοῦντες. | |
20 | Πεπαίδευτο δὲ ὁ ἀνὴρ τριπλῇ τῶν διαλέξεων χάριτι ἔν τε | |
Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Αἰγυπτιακοῖς ἀναγνώσμασιν, καθὼς καὶ παρὰ πολλῶν καὶ παρ’ αὐτοῦ ἐκείνου ἐμάθομεν. ἐπι‐ γνοὺς γὰρ ἡμᾶς ξένους ὄντας γράψας ἐν πινακιδίῳ τῷ θεῷ ἐφ’ ἡ‐ μῖν ηὐχαρίστησεν. ἤσθιεν δὲ τῶν σπερμάτων τὰ ἄνεφθα. ἐξ‐ | 44 | |
25 | ῄει δέ, ὡς φασί, νύκτωρ τοῦ κελλίου καὶ ἀγρίοις θηρίοις συνα‐ γελάζετο καὶ ἐξ οὗ εἶχεν ὕδατος αὐτὰ ἐπότιζεν. ἦν γὰρ ἰδεῖν ἴχνη βουβάλων καὶ ὀνάγρων καὶ δορκάδων καὶ ἄλλων κτηνῶν περὶ τὴν μονὴν αὐτοῦ, οἷς ἀεὶ προσετέρπετο. | |
7(t) | ζʹ. Περὶ Ἠλία. | |
1 | Εἴδομεν δὲ καὶ ἕτερον πρεσβύτην ἐν τῇ ἐρήμῳ τῆς Ἀντι‐ νόου, μητροπόλεως τῆς Θηβαΐδος, Ἠλίαν ὀνόματι, ἑκταονταέτη λοιπὸν ὄντα· ἐφ’ ὃν ἔλεγον τὸ τοῦ προφήτου Ἠλιοῦ πνεῦμα ἀνα‐ πεπαῦσθαι. διαβόητος γὰρ ἦν οὗτος ἐν τῇ φοβερᾷ ἐρήμῳ ἐκεί‐ | |
5 | νῃ ἑβδομήκοντα ἔτη ποιήσας. οὐ δύναται δὲ λόγος ἐπαξίως τὴν τραχεῖαν ἐκείνην ἔρημον διηγήσασθαι τὴν ἐν τῷ ὄρει, ἐν ᾧ ἐκεῖ‐ νος ἐκάθητο μηδέποτε κατελθὼν εἰς τὴν οἰκουμένην. ἀτραπὸς | |
δὲ στενή τις ἦν τῶν πρὸς αὐτὸν ἀπιόντων, ὡς μόγις ἐπιβαίνειν τοῖς ἴχνεσι τοὺς ἐπειγομένους ἔνθεν κἀκεῖθεν λίθων ἀγρίων παρα‐ | 45 | |
10 | κειμένων. ἦν δὲ καθήμενος ὑπὸ πέτραν τινὰ εἰς σπήλαιον, ὥστε καὶ τὸ ἰδεῖν αὐτὸν λίαν ἦν φοβερόν. ἔτρεμεν δὲ λοιπὸν ὅλος ὑπὸ τοῦ γήρους συνεχόμενος. πολλὰ δὲ καθ’ ἑκάστην ἡμέραν σημεῖα ἐπετέλει καὶ ἰώμενος τοὺς κάμνοντας οὐκ ἐπαύετο. ἔλεγον δὲ περὶ αὐτοῦ οἱ πατέρες ὅτι οὐδεὶς μέμνηται τὴν αὐτοῦ ἐν τῷ | |
15 | ὄρει γεγενημένην ἄνοδον. ἤσθιεν δὲ ἐν τῷ γήρει οὐγκίας τρεῖς ἄρτου εἰς ἑσπέραν καὶ τρεῖς ἐλαίας. ἐν νεότητι δὲ ἀεὶ δι’ ἑβδο‐ μάδος ἅπαξ ἐσθίων διέμενεν. | |
8(t) | ηʹ. Περὶ Ἀπολλῶ. | |
1 | Ἐθεασάμεθα δὲ καὶ ἕτερον ἄνδρα ἅγιον, ὀνόματι Ἀπολλῶ, ἐν Θηβαΐδι ἐν ὁρίοις τῆς Ἑρμουπόλεως, ἐν ᾗ ὁ σωτὴρ μετὰ Μα‐ ρίας καὶ τοῦ Ἰωσὴφ παρεγένετο Ἡσαίου τὴν προφητείαν ἀνα‐ πληρῶν λέγοντος· ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει | |
5 | εἰς Αἴγυπτον καὶ σεισθήσονται τὰ χειροποιητὰ Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. εἴδομεν γὰρ ἐκεῖ τὸν ναὸν ἔνθα εἰσελθόντος τοῦ σωτῆρος ἐν τῇ πόλει τὰ εἴδωλα πάντα κατ‐ | |
έπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Εἴδομεν οὖν τὸν ἄνδρα τοῦτον ἐν τῇ ἐρήμῳ ὑπὸ τὸ ὄρος | 46 | |
10 | ἔχοντα μοναστήρια, πατέρα μοναχῶν πεντακοσίων· ὃς διαβόη‐ τος ἦν ἐν Θηβαΐδι καὶ ἔργα μεγάλα ἦν αὐτῷ καὶ δυνάμεις πολ‐ λὰς ἐποίει δι’ αὐτοῦ ὁ κύριος σημεῖά τε πάμπολλα δι’ αὐτοῦ ἐπε‐ τελοῦντο. οὗτος γὰρ ἐκ παιδιόθεν πολλὴν ἄσκησιν ἐνδειξάμενος ἐν τῷ τέλει τῆς ἡλικίας τοιαύτης ἔτυχεν χάριτος· ὀγδοηκοστοῦ | |
15 | γὰρ ὢν ἔτους μέγα μοναστήριον ἑαυτῷ συνεκρότησεν τελείων ἀνδρῶν πεντακοσίων, δυναμένων σχεδὸν πάντων σημεῖα ἐπιτε‐ λεῖν. Οὗτος πεντεκαίδεκα ἐτῶν ἀναχωρήσας τοῦ κόσμου καὶ τεσ‐ σαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ διατελέσας πᾶσάν τε ἀρετὴν ἀκρι‐ | |
20 | βῶς ἐξασκήσας, ὕστερον φωνῆς ἀκούειν ἔδοξεν τοῦ θεοῦ πρὸς αὐτὸν λέγοντος· «Ἀπολλῶ Ἀπολλῶ, διὰ σοῦ τὴν σοφίαν τῶν Αἰγυπτίων σοφῶν ἀπολέσω καὶ τὴν σύνεσιν τῶν συνετῶν ἐθνῶν ἀθετήσω. ἀπολέσεις δέ μοι σὺν αὐτοῖς καὶ τοὺς σοφοὺς Βαβυ‐ λῶνος καὶ πᾶσαν τὴν δαιμονικὴν λατρείαν ἐξαφανίσεις. καὶ νῦν | |
25 | πορεύου εἰς τὴν οἰκουμένην· γεννήσεις γάρ μοι λαὸν περιούσιον, | |
ζηλωτὴν καλῶν ἔργων.» ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ἄφελε ἀπ’ ἐμοῦ, δέσποτα, τὴν ἀλαζονείαν, μή πως ἐπαρθεὶς ὑπὲρ τὴν ἀδελφότητα τὸ πᾶν ἀγαθὸν ζημιωθῶ». εἶπεν δὲ πάλιν ἡ θεία φωνὴ πρὸς αὐ‐ τόν· «Ἐπίβαλε τὴν χεῖρά σου ἐπὶ τὸν αὐχένα σου καὶ καθέξεις | 47 | |
30 | καὶ κατορύξεις αὐτὴν ἐν τῇ ἄμμῳ». ὁ δὲ ταχέως τὴν χεῖρα ἐπὶ τὸν αὐχένα ἐπιβαλὼν ἐδράξατο Αἰθίοπος μικροῦ καὶ κατέχωσεν αὐτὸν ἐν τῇ ἐρήμῳ βοῶντα καὶ λέγοντα· «Ἐγώ εἰμι τῆς ὑπερ‐ ηφανίας ὁ δαίμων». καὶ πάλιν φωνὴ γέγονε πρὸς αὐτὸν λέγουσα· «Πορεύου, ὅτι πᾶν ὃ ἐὰν αἰτήσῃ παρὰ τοῦ θεοῦ λήψῃ». ὁ δὲ εὐ‐ | |
35 | θὺς ἀκούσας εἰς τὴν οἰκουμένην ἐξώρμησεν κατὰ τὸν καιρὸν Ἰουλιανοῦ τοῦ τυράννου καὶ παραβάλλει τέως ἐν τῇ πλησίον ἐρήμῳ. Σπήλαιον δὲ μικρὸν καταλαβὼν ἐκεῖ κατέμενεν ὑπὸ τὸ ὄρος. τὸ δὲ ἔργον αὐτοῦ ἦν τὸ πανημέριον εὐχὰς τῷ θεῷ ἀποδιδόναι, | |
40 | ἑκατοντάκις μὲν ἐν νυκτί, τοσαυτάκις δὲ ἐν τῇ ἡμέρᾳ κάμπτων τὰ γόνατα. ἡ τροφὴ δὲ αὐτοῦ τέως καθάπερ πρῶτον παρὰ θεοῦ | |
ἐξ ἀμηχάνου ἐχορηγεῖτο· ἐν τῇ ἐρήμῳ γὰρ αὐτῷ δι’ ἀγγέλου ἡ τροφὴ ἐκομίζετο. τὸ δὲ ἔνδυμα αὐτοῦ ὁ λεβιτών, ὅπερ τινὲς κολόβιον προσαγορεύουσιν, καὶ λέντιον μικρὸν περὶ τὴν κεφαλὴν | 48 | |
45 | αὐτοῦ· ταῦτα γὰρ αὐτῷ ἔμειναν ἐν τῇ ἐρήμῳ μὴ παλαιούμενα. Ἦν γοῦν ἐν τῇ πλησίον τῆς οἰκουμένης ἐρήμῳ ἐν τῇ δυνά‐ μει διάγων τοῦ πνεύματος σημεῖά τε καὶ ἰάσεις ἐπιτελῶν θαυ‐ μαστάς, ἃς οὐκ ἄν τις ὑπερβολῇ θαύματος ἐξειπεῖν δύναιτο, κα‐ θὼς παρὰ τῶν συνόντων αὐτῷ πρεσβυτέρων ἠκούσαμεν καὶ αὐ‐ | |
8(50) | τῶν τελείων ὄντων καὶ ἡγουμένων πολλῆς ἀδελφότητος. γέ‐ γονεν οὖν εὐθὺς διαβόητος ὁ ἀνὴρ ὡσὰν νέος τις προφήτης καὶ ἀπόστολος τῇ ἡμετέρᾳ γενεᾷ ἐπιφοιτήσας. φήμης τε πολλῆς πε‐ ρὶ αὐτοῦ διαδραμούσης πάντες οἱ πέριξ σποράδην μένοντες μο‐ ναχοὶ πρὸς αὐτὸν ἀεὶ ἔφθανον ὡς πατρὶ γνησίῳ τὰς ἑαυτῶν ψυ‐ | |
55 | χὰς δῶρα προσφέροντες. ὁ δὲ οὓς μὲν πρὸς θεωρίαν προσκαλού‐ μενος οὓς δὲ τὴν πρακτικὴν συνεβίβαζεν μετελθεῖν ἀρετήν, πρῶ‐ τον δεικνὺς ἔργῳ ἅπερ λόγῳ ποιεῖν αὐτοὺς ἐνουθέτει. πολλά‐ κις γὰρ ἐπιδεικνύων αὐτοῖς τὴν ἄσκησιν κατὰ κυριακὴν μόνον | |
μετ’ αὐτῶν μετελάμβανεν, αὐτὸς μὲν οὐδὲν πλέον ἢ ὅσαπερ τῶν | 49 | |
60 | λαχάνων αὐτομάτως ἐκ τῆς γῆς ἀναφύεται, οὐκ ἄρτον τέως, οὐκ ὄσπριον, οὐ τῶν ἐν τοῖς φυτοῖς ὀπωρῶν τι διαιτώμενος οὐδ’ ὅσα διὰ τοῦ πυρὸς ἔχει τὴν χρῆσιν. Ἀκούσας δέ ποτε ἐν τοῖς Ἰουλιανοῦ καιροῖς ὅτι ἀδελφὸς εἰς στρατείαν κατασχεθεὶς ἐν φυλακῇ δεσμώτης κάθηται παρεγέ‐ | |
65 | νετο πρὸς αὐτὸν μετὰ τῆς ἀδελφότητος παρακαλῶν αὐτὸν καὶ νουθετῶν καρτερεῖν ἐν τοῖς πόνοις καὶ τοὺς ἐπερχομένους αὐτῷ κινδύνους ὑπερορᾶν· καιρὸν γάρ, φησίν, εἶναι ἀγῶνος αὐτῷ τὸ τηνικαῦτα καὶ τὴν γνώμην αὐτοῦ τῇ τῶν πειρασμῶν προσβολῇ δοκιμάζεσθαι. ὡς δὲ ἐπεστήριζεν αὐτοῦ τὴν ψυχὴν τοῖς λό‐ | |
70 | γοις τούτοις, ἐπιστὰς ὁ χιλίαρχος ὁρμῇ τῆς κακίας φερόμενος, ἀπαγγείλαντος αὐτῷ τινος περὶ αὐτοῦ, καὶ ἐπιθεὶς κλεῖθρα ταῖς θύραις τῆς φυλακῆς αὐτόν τε καὶ τοὺς μετ’ αὐτοῦ μοναχοὺς πάντας κατέκλεισεν, ὡς ἐπιτηδείους ἐσομένους πρὸς τὴν στρατείαν. καὶ φύ‐ λακας ἱκανοὺς αὐτοῖς καταστήσας ἐπὶ τὴν ἑαυτοῦ οἰκίαν ἀνε‐ | |
75 | χώρησεν μηδὲ μέχρις ἀκοῆς παρακληθῆναι ὑπ’ αὐτῶν ἀνασχό‐ | |
μενος. κατὰ δὲ τὸ μεσονύκτιον λαμπαδηφόρος ἄγγελος φαί‐ νεται τοῖς φυλάττουσιν φωτὶ καταστράπτων πάντας ἐν τῷ οἰ‐ κήματι, ὡς ὑπ’ ἐκπλήξεως ἀχανεῖς γενέσθαι τοὺς φύλακας. οἳ καὶ ἀναστάντες ἠξίουν αὐτοὺς ἀπελθεῖν ἅπαντας τῶν θυρῶν αὐ‐ | 50 | |
80 | τοῖς ἀνεῳχθεισῶν· ἄμεινον γὰρ εἶναι τὸ αὐτοὺς τεθνάναι ὑπὲρ αὐτῶν ὡμολόγουν ἢ τὴν θεόθεν ἐλθοῦσαν τοῖς ἀλόγως κατεχο‐ μένοις ἐλευθερίαν παριδεῖν. ὁ τοίνυν χιλίαρχος σὺν τοῖς ἄρ‐ χουσιν ἕωθεν τῇ φυλακῇ ἐπιστὰς ἐσπούδαζεν τοὺς ἄνδρας τῆς πόλεως ἐξελθεῖν· σεισμῷ γὰρ τὸν οἶκον αὐτοῦ ἔφασκεν πεπτω‐ | |
85 | κέναι καὶ τοὺς βελτίστους τῶν θεραπόντων αὐτοῦ κατειληφέναι. οἱ δὲ ὡς ἤκουσαν, φωνὰς εὐχαριστηρίους ᾄδοντες τῷ θεῷ ἀπῄε‐ σαν ἐπὶ τὴν ἔρημον καὶ ἦσαν λοιπὸν ὁμοῦ πάντες κατὰ τὸν ἀπο‐ στολικὸν λόγον ἔχοντες καρδίαν καὶ ψυχὴν μίαν. Ἐδίδασκεν δὲ αὐτοὺς καθ’ ἡμέραν διαπρέπειν ταῖς ἀρεταῖς | |
90 | καὶ τὰς μηχανὰς τοῦ διαβόλου τὰς ἐν τοῖς λογισμοῖς παρὰ τὴν ἀρχὴν εὐθὺς διακρούεσθαι· θραυσθείσης γὰρ τῆς κεφαλῆς τοῦ ὄφεως ἅπαν τὸ σῶμα νεκρόν ἐστιν. «Τηρεῖν γὰρ ἡμῖν, φησίν, ὁ θεὸς ἐντέταλται τὴν κεφαλὴν τοῦ ὄφεως· τοῦτο δέ ἐστιν, ἵνα μηδὲ παρὰ τὴν ἀρχὴν τοὺς φαύλους καὶ ἀπρεπεῖς λογισμοὺς διανοεῖ‐ | |
95 | σθαι καταδεξώμεθα, μήτι γε τὴν αἰσχρὰν φαντασίαν τοῦ νοὸς ἡμῶν ἀπαλεῖψαι. πειρᾶσθε δὲ ἀλλήλους ὑπερβάλλειν ταῖς ἀρεταῖς, μή τις ἐλάττων ἐν ταῖς εὐδοκιμήσεσι ταύταις τοῦ ἑτέρου φανείη. τεκμήριον δέ, φησίν, ὑμῖν ἔστω ἐν τῇ τῶν ἀρετῶν προκοπῇ, ὅταν τὴν ἀπάθειαν καὶ τὴν ἀνορεξίαν κτήσησθε· ἀρχὴ γὰρ τῶν | 51 |
8(100) | τοῦ θεοῦ χαρισμάτων ἐστὶ ταῦτα. ὅταν δὲ καὶ θαυμάτων ἐπίδει‐ ξιν παρὰ θεοῦ λάβῃ τις, μὴ δὴ ὡς ἱκανῶς ἔχων πεφυσιούσθω, μηδὲ ἐπαρθῇ τῷ λογισμῷ ὡς ἤδη τι παρὰ τοὺς ἄλλους τετιμη‐ μένος, μηδ’ ὡς ἐπιδεικνύμενος πᾶσιν ὅτι τοιαύτης ἔλαχεν χάρι‐ τος· εἰ δὲ μή, φρεναπατᾷ ἑαυτὸν συληθεὶς τὰς φρένας καὶ τῆς | |
105 | χάριτος ζημιωθείς». Εἶχεν μὲν οὖν μεγάλα ταῦτα ἐν τοῖς λόγοις διδάγματα, ὧν καὶ ἡμεῖς πολλάκις ὕστερον παρ’ αὐτοῦ ἀκηκόαμεν, ἐν δὲ τοῖς ἔργοις μείζονα ἐπετέλει· πᾶν γὰρ αἴτημα αὐτῷ εὐθὺς ἐδί‐ δοτο παρὰ θεοῦ αἰτουμένῳ. καὶ ἀποκαλύψεις δὲ ἑώρα τινάς. | |
110 | εἶδεν γὰρ τὸν ἑαυτοῦ πρεσβύτερον ἀδελφὸν καὶ αὐτὸν ἐν τῇ ἐρή‐ μῳ τελειωθέντα καὶ μείζονα πολιτείαν ὑπὲρ αὐτὸν ἐνδειξάμενον, ᾧ καὶ αὐτὸς ἐν τῇ ἐρήμῳ πολὺν συνέζησε χρόνον. καθ’ ὕπ‐ νον οὖν ἐφαντάζετο σύνθρονον αὐτὸν τῶν ἀποστόλων γενόμενον καὶ τὴν κληρονομίαν τῶν ἀρετῶν αὐτῷ καταλείψαντα, καὶ ὡς | 52 |
115 | ἐπρέσβευεν ὑπὲρ αὐτοῦ τὸν θεὸν ἱκετεύων ταχεῖαν αὐτοῦ τὴν μετάθεσιν ποιεῖσθαι καὶ σὺν αὐτῷ εἰς τοὺς οὐρανοὺς ἀναπαύ‐ εσθαι, εἰπόντος πρὸς αὐτὸν τοῦ σωτῆρος ἔτι μικρὸν αὐτόν γε χρεωστεῖν αὐτῷ χρόνον ἐπὶ τῆς γῆς πρὸς τὴν τελείωσιν, ἄχρις ἂν τῆς πολιτείας αὐτοῦ πολλοὶ ζηλωταὶ ἔσονται· λαὸς γὰρ αὐτῷ | |
120 | τῶν μοναχῶν μέγας ἐμπιστευθήσεσθαι ἔμελλεν καὶ στρατιά τις εὐσεβής, ἵνα ἀξίαν τῶν καμάτων τὴν εὐδοκίμησιν αὐτὸς ἔχοι παρὰ τῷ κρείττονι. ταῦτα ἑώρα, ἅπερ καὶ γέγονεν συνελθόν‐ των πολλῶν πάντοθεν ἐξ ἀκοῆς μοναχῶν πρὸς αὐτὸν καὶ διὰ τῆς | |
διδαχῆς αὐτοῦ καὶ τῆς ἀναστροφῆς πλείστων παντελῶς ἀποταξα‐ | 53 | |
125 | μένων τῷ κόσμῳ. ἐγένετο δὲ συνοικία τῶν ἀδελφῶν ὁμοῦ πρὸς αὐτὸν ἐν τῷ ὄρει ἄχρι πεντακοσίων, κοινὸν τὸν βίον ἐχόντων καὶ τράπεζαν μίαν διαιτωμένων. καὶ ἦν ἰδεῖν αὐτοὺς ἀγγελικήν τινα ἀληθῶς στρατιὰν κεκοσμημένην κόσμῳ παντὶ λευκοφορούν‐ των καὶ τὸ τῆς γραφῆς ἐπ’ αὐτοῖς πεπληρῶσθαι λεγούσης· εὐ‐ | |
130 | φράνθητι ἔρημος διψῶσα· ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. πεπλήρωτο μὲν γὰρ καὶ ἐπὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας τὸ προφητικὸν τοῦτο λόγιον, τετέλεσται δὲ καὶ ἐπὶ τῆς Αἰγυπτιακῆς ἐρήμου πλείονα τέκνα τῷ θεῷ παριστώσης ὑπὲρ τὴν οἰκουμένην γῆν. ποῦ γὰρ τοσαῦ‐ | |
135 | ται ἐν ταῖς πόλεσι τῶν σωζομένων [μοναχῶν] ἀγέλαι, ὅσας αἱ κατ’ Αἴγυπτον ἔρημοι τῷ θεῷ παριστῶσιν 〈μοναχῶν〉; ὅσοι γὰρ ἐνταῦθα λαοί, τοσοῦτοι ἐν ταῖς ἐρήμοις μοναχοί. καί μοι δοκεῖ τὸ τοῦ ἀποστόλου ῥητὸν καὶ ἐπ’ αὐτοῖς πεπληρῶσθαι λέγοντος· | |
ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. ἐπλεόνασεν | 54 | |
140 | γάρ ποτε ἐν Αἰγύπτῳ πολλή τις καὶ ἄσεμνος ἡ εἰδωλολατρεία, ὡς ἐν οὐδενὶ ἔθνει. κύνας γὰρ καὶ πιθήκους καὶ ἄλλα τινὰ ἐθε‐ ράπευον, καὶ σκόρδα καὶ κρόμμυα καὶ πολλὰ τῶν εὐτελῶν λα‐ χάνων θεοὺς ἐνόμιζον, ὡς αὐτοῦ τοῦ ἁγίου πατρὸς Ἀπολλῶ ἤ‐ κουσα διηγουμένου περὶ αὐτῶν καὶ τῆς προτέρας πολυθεΐας τὴν | |
145 | αἰτίαν ἀπαγγέλλοντος. «Τὸν μὲν γὰρ βοῦν, φησίν, ἐθεοποί‐ ουν οἱ τὸ πρὶν παροικοῦντες ἡμῖν Ἕλληνες, ἐπειδὴ δι’ αὐτοῦ τὴν γεωργίαν ἐπιτελοῦντες τὴν τροφὴν ἐπορίζοντο· τὸ δὲ ὕδωρ τοῦ Νείλου, ὅτι τὰς χώρας ἁπάσας ἤρδευεν. ἐσέβοντο δὲ καὶ τὴν γῆν, ὡς εὐπορωτάτην οὖσαν παρὰ τὰς ἄλλας χώρας. τὰ δὲ | |
8(150) | λοιπὰ βδελύγματα, κύνας καὶ πιθήκους καὶ πᾶσαν τὴν λοιπὴν ἀπρέπειαν τῶν ζώων τε καὶ λαχάνων ἐθεράπευον, καθότι προφά‐ σεις αὐτοῖς αἱ περὶ ταῦτα χρεῖαι γέγοναν σωτηρίας ἐν τῷ καιρῷ τοῦ Φαραὼ τοὺς ἀνθρώπους ἀπασχολήσασαι, ἡνίκα ἂν ἐκεῖνος τὸν Ἰσραὴλ διώκων κατεποντίσθη. ἕκαστος γὰρ περὶ ὃ ἠσχολήθη | |
155 | μὴ ἐξακολουθήσας τῷ Φαραώ, τοῦτο ἐθεοποίησεν λέγων· “Τοῦτό μοι θεὸς γέγονεν σήμερον, δι’ ὃ οὐ συναπωλόμην τῷ Φαραώ”». ταῦτα μὲν ἐν λόγοις εἶχεν ὁ ἅγιος Ἀπολλῶ. Πρὸ δὲ τῶν λόγων, ἅπερ ἐν τοῖς ἔργοις ἐκέκτητο χρὴ γρά‐ ψαι. ἦσαν γὰρ αὐτῷ Ἕλληνές ποτε παροικοῦντες κατὰ πάντας | 55 |
160 | τοὺς τόπους, καὶ κῶμαι δὲ καὶ μᾶλλον αἱ πλησίον αὐτοῦ τὴν δαιμονικὴν εἰδωλολατρείαν ἐσέβοντο. ναὸς δὲ ἦν μέγιστος ἐν μιᾷ τῶν κωμῶν καὶ εἴδωλον ἐν αὐτῷ ἐπιφανέστατον. ξύλινον δὲ ἄρα τὸ ξόανον τοῦτο ἦν. ἐπόμπευον δὲ περιφέροντες αὐτὸ κατὰ τὰς κώμας οἱ ἱερεῖς βακχεύοντες μετὰ τοῦ πλήθους, ὡς | |
165 | δὴ ὑπὲρ τοῦ ποταμίου ὕδατος τὴν τελετὴν ἀποδιδόντες. συν‐ έβη δὲ κατ’ ἐκεῖνο καιροῦ ἐκεῖθεν παριέναι τὸν Ἀπολλῶ ἅμα τισὶν ἀδελφοῖς ὀλίγοις. ὡς δὲ εἶδεν τὸ πλῆθος ἐξαίφνης δαιμο‐ νιωδῶς κατὰ τὴν χώραν μαινόμενον, κάμψας τὰ γόνατα καὶ προσευξάμενος τῷ σωτῆρι πάντας ἐξαίφνης τοὺς Ἕλληνας ἀκι‐ | |
170 | νήτους ἐποίησεν. ὡς δὲ προελθεῖν ἐκείνου τοῦ τόπου οὐκ ἠδύ‐ | |
ναντο, ἄλλος τὸν ἄλλον ὠθοῦντες ἐφρύγοντο ἐν τῷ καύματι παν‐ ημέριοι τὸ συμβὰν αὐτοῖς ἀποροῦντες πόθεν γεγένηται. τότε οἱ ἱερεῖς αὐτῶν ἔφασκον Χριστιανὸν εἶναί τινα ἐν τοῖς ὁρίοις αὐτῶν καταμένοντα ὑπὸ τὴν ἔρημον ταῦτα αὐτὸν ἐνεργοῦντα, τὸν Ἀπολ‐ | 56 | |
175 | λῶ λέγοντες, καὶ δεῖν αὐτὸν ἱκετεύειν· εἰ δὲ μή, κινδυνεύουσιν. ὡς δὲ οἱ πόρρωθεν προσοικοῦντες τὰς φωνὰς καὶ τὸν θρῦλ‐ λον ἀκούσαντες παρεγένοντο, ἠρώτων· «Τί τὸ συμβὰν ὑμῖν ἐξ‐ αίφνης, ἢ πόθεν γέγονεν τὸ τοιοῦτον;» οἱ δὲ οὐκ εἰδέναι ἔφησαν, πλὴν ἐν ὑποψίαις εἶναι περὶ τοῦ ἀνδρός, λέγοντες ὅτι δεῖ ἐξιλε‐ | |
180 | οῦσθαι ἐκεῖνον. οἱ δὲ καὶ ἐμαρτύρουν ὡς θεασάμενοι αὐτὸν παρ‐ ιόντα. καὶ ὡς ἠξίουν αὐτοὺς ταχεῖαν αὐτοῖς γενέσθαι τὴν βοήθειαν, ταύρους ἄγοντες μετακινεῖν τὸ εἴδωλον ἐπειρῶντο. τὸ δὲ ὡς ἀκίνητον σὺν αὐτοῖς τοῖς ἱερεῦσι διέμενεν, μηδεμίαν ἑτέ‐ | |
ραν μηχανὴν ἐφευρόντες πρεσβείαν διὰ τῶν παροικούντων πρὸς | 57 | |
185 | τὸν Ἀπολλῶ ἔπεμπον, ὥστε ἀπαλλαγέντας ἐκεῖθεν ἀποστῆναι τῆς πλάνης. τούτων δὲ τῷ ἀνδρὶ δηλωθέντων κατῆλθεν ὡς τά‐ χιστα πρὸς αὐτοὺς ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ προσευξάμενος πάντων ἔλυσεν τοὺς δεσμούς. οἱ δὲ ὁμοθυμαδὸν ἅπαντες ἐπ’ αὐ‐ τὸν ὥρμησαν τῷ σωτῆρι τῶν ὅλων καὶ παραδοξοποιῷ θεῷ κατα‐ | |
190 | πιστεύσαντες καὶ τὸ εἴδωλον εὐθὺς τῷ πυρὶ παραδόντες. οὓς ἅπαντας κατηχήσας ταῖς ἐκκλησίαις προσέθηκεν. πολλοὶ δὲ αὐ‐ τῶν μέχρι νῦν ἐν τοῖς μοναστηρίοις διάγουσιν. διέδραμεν δὲ παν‐ ταχοῦ ἡ φήμη περὶ αὐτοῦ καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον, ὡς μηκέτι ἐν τοῖς ὁρίοις αὐτοῦ Ἕλληνα ὀνομάζεσθαι. | |
195 | Μετ’ οὐ πολὺ δὲ τοῦ χρόνου δύο κῶμαι πρὸς ἀλλήλας συμ‐ βάλλουσι πόλεμον ὑπὲρ ἀρουρῶν διαμαχόμεναι. ὡς δὲ ἀπηγγέλη τῷ ἀνδρί, εὐθὺς κατῄει πρὸς αὐτοὺς διαλλάσσων αὐτοὺς εἰς εἰ‐ ρήνην. οἱ δὲ ἐξ ἐναντίας οὐκ ἐπείθοντο, ἀλλ’ ἦσαν αὐτῷ ἀν‐ | |
τιλέγοντες ἐφ’ ἑνί τινι ἀρχιλῃστῇ πεποιθότες, ὡς γενναιοτάτου | 58 | |
8(200) | πρὸς πόλεμον. ἰδὼν οὖν αὐτὸν ἀντιλέγοντα ὁ Ἀπολλῶ εἶπεν πρὸς αὐτόν· «Εἰ πεισθείης μοι, ὦ φίλος, ἐρωτήσω μου τὸν δεσπότην ἀφεθῆναί σου τὰς ἁμαρτίας». ὁ δὲ ὡς ἤκουσεν, οὐ διημέλλησεν, ἀλλὰ ῥίψας τὰ ὅπλα τοῖς γόνασιν αὐτοῦ προσικέτευεν· καὶ μεσί‐ της εἰρήνης γενόμενος τοὺς ἰδίους εἰς τὰ ἴδια ἀπέστρεψεν. τῶν | |
205 | δὲ εἰρηνευσάντων μὲν καὶ ἀπελθόντων ὁ διαβόητος αὐτῶν πρό‐ μαχος εἵπετο λοιπὸν τῷ ἀνδρὶ τὴν ὑπόσχεσιν φανερὰν ἀπαιτῶν. ὃν προσλαβόμενος ὁ μακάριος Ἀπολλῶ ἐν τῇ πλησίον ἐρήμῳ ἐνουθέτει καὶ παρεκάλει μακροθυμεῖν, δυνατὸν εἶναι τὸν θεὸν λέ‐ γων τοῦτο αὐτῷ παρασχεῖν. ὡς δὲ ἡ νὺξ ἐπέστη, καὶ δὴ | |
210 | ἀμφότεροι ἄφνω κατ’ ὄναρ ἐν οὐρανῷ ἦσαν τῷ βήματι τοῦ Χρι‐ | |
στοῦ παρεστῶτες, ἐθεώρουν δὲ ἀμφότεροι τοὺς ἀγγέλους σὺν τοῖς δικαίοις τῷ θεῷ προσκυνοῦντας. ὡς δὲ καὶ οὗτοι πεσόντες ὁμοῦ ἐπὶ πρόσωπον προσεκύνησαν τῷ σωτῆρι, φωνὴ πρὸς αὐτοὺς ἐγέ‐ νετο τοῦ θεοῦ λέγοντος· Τίς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς | 59 | |
215 | πιστῷ μετὰ ἀπίστου; τί δὲ καὶ ὁ ἀνδροφόνος παρέστηκεν σὺν τῷ δικαίῳ ἀνάξιος ὢν τῆς τοιαύτης θεωρίας; ἀλλὰ ἄπελθε σύ, ὦ ἄνθρωπε· κεχάρισται γάρ σοι ὁ ὀψιγόνος οὗτος πρόσφυξ». ἄλ‐ λα τε πάμπολλα θαύματα ἰδόντες τε καὶ ἀκούσαντες, ἃ οὔτε λόγος τολμᾷ φράσαι οὔτε οὖς ἀκοῦσαι, ἔξυπνοι γενόμενοι τοῖς | |
220 | συνοῦσιν ἀπήγγελον. θαῦμα δὲ πάντας εἶχεν ἐξαίσιον τὸ ἓν ὅρα‐ μα ἀμφοτέρων διηγουμένων. διέμεινεν οὖν σὺν τοῖς ἀσκηταῖς ὁ οὐκέτι ἀνδροφόνος ἄχρι τῆς τελευτῆς τὸν ἑαυτοῦ τρόπον διορ‐ θωσάμενος, οἷον ἀρνίον τι ἄκακον ἐκ λύκου μεταβληθείς. ἐ‐ πληροῦτο δὲ καὶ ἐπ’ αὐτῷ ἡ προφητεία Ἡσαίου λέγοντος· λύ‐ | |
225 | κοι καὶ ἄρνες ἅμα βοσκηθήσονται καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα. ἦν γὰρ ἰδεῖν καὶ Αἰθίοπας ἐκεῖ σὺν τοῖς μοναχοῖς ἀσκοῦντας | |
καὶ πολλοὺς ὑπερβάλλοντας ἐν ταῖς ἀρεταῖς καὶ πεπληρωμένην ἐπ’ αὐτοῖς τὴν γραφὴν λέγουσαν· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ. | 60 | |
230 | Ἄλλοτε δὲ ἦσαν Ἕλληνες πρὸς Χριστιανοὺς κωμῆται δια‐ μαχόμενοι ὑπὲρ ὁρίων αὐτῶν, πλῆθος δὲ ἦν ἑκατέρων ἐνόπλων. οἷς ἐπέστη ὁ Ἀπολλῶ εἰρηνεύσων. ἀνθίστατο δὲ αὐτῷ ὁ τῶν Ἑλ‐ λήνων πρόμαχος δεινός τις καὶ ἄγριος ὤν, διαβεβαιούμενος καὶ λέγων μὴ δώσειν εἰρήνην ἄχρι θανάτου. ὁ δέ φησι πρὸς αὐτόν· | |
235 | «Καὶ δὴ γενέσθω ὅπερ εἵλω. οὐδεὶς γὰρ ἕτερος ἀναιρεθήσεται πλὴν σοῦ. ἔσται δέ σοι θανόντι οὐχ ἡ γῆ τάφος, ἀλλὰ γαστέρες θηρίων καὶ γυπῶν πλησθήσονται ἀπὸ σοῦ». καὶ δὴ ὁ λόγος εὐθὺς ἔργον ἐγένετο, οὐδενὸς ἐξ ἑκατέρου μέρους ἀναιρεθέντος πλὴν τοῦ προμάχου· ὃν καὶ χώσαντες ἐν τῇ ἄμμῳ πρωῒ εὗρον | |
240 | εἰς μέλη ἐσπαραγμένον ὑπὸ γυπῶν καὶ ὑαινῶν. οἱ δὲ ὡς εἶδον τὸ θαῦμα καὶ τὴν τοῦ λόγου ἔκβασιν πάντες τῷ σωτῆρι πιστεύ‐ | |
σαντες προφήτην αὐτὸν ἐκήρυττον. Ἦν δὲ πρὸ τούτου ἐν τῷ σπηλαίῳ τοῦ ὄρους ὁ ἅγιος Ἀπολ‐ λῶ σὺν πέντε τισὶν ἀδελφοῖς, οἳ πρῶτοι πρὸς αὐτὸν ἐμαθητεύ‐ | 61 | |
245 | οντο, νεωστὶ τῆς ἐρήμου ἐληλυθότος. ἐπῆλθεν δὲ ἡ ἑορτὴ τοῦ πάσχα καὶ τὴν λατρείαν τῷ θεῷ ἀποπληρώσαντες πάντα τὰ εὑ‐ ρισκόμενα διαιτῶντο· ἦσαν δὲ ὀλίγοι ἄρτοι ξηροὶ καὶ σύνθετα λάχανα. καὶ δὴ πρὸς αὐτοὺς ὁ Ἀπολλῶ ἔφη· «Εἰ πιστοί ἐσμεν, ὦ τέκνα, καὶ γνήσιοι τοῦ Χριστοῦ παῖδες, αἰτησάσθω | |
8(250) | ἕκαστος ἡμῶν παρὰ θεοῦ ὃ καταθύμιον ἔχει πρὸς τὴν μετάλη‐ ψιν». οἱ δὲ ὡς αὐτῷ τὸ πᾶν ἐπέτρεψαν ἀναξίους ἑαυτοὺς ἡγούμενοι ταύτης τῆς χάριτος, φαιδρῷ προσώπῳ προσευξαμένου αὐτοῦ καὶ πάντων τὸ «ἀμὴν» εἰρηκότων εὐθὺς ἐπέστησαν τῷ σπηλαίῳ νυκτός τινες ἄνδρες ἄγνωστοι παντελῶς καὶ πόρρωθεν | |
255 | ἑαυτοὺς ἥκειν φάσκοντες πάντα φέροντες ὅσα οὐδὲ εἰς ἀκοὴν αὐ‐ τῶν ἐληλύθει καὶ ὅσα ἐν Αἰγύπτῳ οὐ γίνονται, καρποὺς παντο‐ | |
δαποὺς παραδείσου, σταφυλὰς καὶ ῥοὰς καὶ σῦκα καὶ κάρυα παρὰ καιρὸν ἅπαντα εὑρημένα, καὶ μελικήριά τινα καὶ γάλακτος νεαροῦ στάμνον καὶ νικολάους παμμεγέθεις, ἄρτους τε καθα‐ | 62 | |
260 | ροὺς καὶ θερμοὺς ἐκ ξένης χώρας αὐτοῖς κομιζομένους. οἱ δὲ κομίσαντες αὐτὰ ἄνδρες ἐπιδόντες μόνον ὡς παρά τινος μεγά‐ λου ἀνδρὸς καὶ πλουσίου ἀποσταλέντα εὐθὺς μετὰ σπουδῆς ἀνε‐ χώρησαν. μεταλαβόντες δὲ τῶν ἐδωδίμων ἄχρι πεντηκοστῆς ἐξ αὐτῶν ἐπηρκέσθησαν, ὥστε θαυμάζειν αὐτοὺς καὶ λέγειν ὅτι· | |
265 | «Ἀληθῶς ταῦτα παρὰ θεοῦ ἀπεστάλησαν». Εἷς δέ τις τῶν μοναχῶν ἠξίου παραχρῆμα τὸν πατέρα δεη‐ θῆναι ὑπὲρ αὐτοῦ χάριτός τινος ἀξιοῦσθαι. προσευξαμένου δὲ αὐτοῦ ἡ τῆς ταπεινοφροσύνης αὐτῷ δίδοται χάρις καὶ τῆς πρα‐ ότητος, ὡς θαυμάζειν πάντας περὶ αὐτοῦ ὑπερβολὴν πραότητος | |
270 | κτησαμένου. ἐξηγοῦντο δὲ ἡμῖν οἱ περὶ αὐτὸν πατέρες ταύ‐ τας αὐτοῦ τὰς δυνάμεις μαρτυρούντων ταῦτα καὶ πολλῶν ἀδελ‐ φῶν. | |
Καὶ γὰρ λιμοῦ ποτε οὐ πρὸ πολλοῦ τινος χρόνου κατὰ τὴν Θηβαΐδα γεναμένου ἀκούσαντες οἱ προσοικοῦντες τοὺς τόπους | 63 | |
275 | λαοὶ ὅτιπερ οἱ περὶ αὐτὸν μοναχοὶ πολλάκις ἐξ ἀμηχάνων ἐτρέ‐ φοντο παρῆσαν ὁμοθυμαδὸν πρὸς αὐτὸν σὺν γυναιξὶ καὶ τέκνοις εὐλογίας ἅμα καὶ τροφὴν αἰτοῦντες. ὁ δὲ μηδὲν δεδιὼς μήποτε λείψῃ τι τῶν βρωμάτων ἐδίδου πᾶσι τοῖς ἐρχομένοις ἑκάστῳ τὸ αὐτάρκες ἡμέριον. ὑπολειφθέντων δὲ τριῶν σπυρίδων μεγά‐ | |
280 | λων μόνων μετὰ τῶν ἄρτων καὶ τοῦ λιμοῦ ἐπικρατοῦντος προσ‐ τάσσει εἰς μέσον φέρεσθαι τὰς σπυρίδας ἃς οἱ μοναχοὶ κατ’ αὐ‐ τὴν τὴν ἡμέραν ἐσθίειν ἔμελλον, καὶ εἰς ἐπήκοον πάντων τῶν μοναχῶν καὶ τῶν ὄχλων εἶπεν· «Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου πληθῦναι ταῦτα; καὶ τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· οὐ μὴ ἐκ‐ | |
285 | λείψῃ ἄρτος ἐκ τῶν σπυρίδων τούτων ἄχρις ἂν κορεσθῶμεν ἅ‐ παντες τοῦ νέου σίτου» καὶ διεβεβαιώσαντο πάντες οἱ παρα‐ γενόμενοι τότε τετράμηνον πᾶσιν ἐπαρκέσαι τοὺς ἄρτους. ὁμοί‐ ως δὲ καὶ ἐπὶ ἐλαίου καὶ σίτου πεποίηκεν, ὡς παρεῖναι τὸν σα‐ τανᾶν καὶ εἰπεῖν αὐτῷ· «Μὴ Ἠλίας εἶ σύ, ἢ ἕτερος τῶν προφη‐ | |
290 | τῶν καὶ ἀποστόλων, ὅτι ταῦτα τολμᾷς;» ὁ δὲ πρὸς αὐτὸν ἔφη· «Τί γάρ; οὐκ ἄνθρωποι ἦσαν οἱ ἅγιοι προφῆται καὶ ἀπό‐ στολοι οἱ τοιαῦτα ποιεῖν ἡμῖν παραδώσαντες; ἢ τότε μὲν παρῆν ὁ θεός, νῦν δὲ ἀπεδήμησεν; δύναται ὁ θεὸς ἀεὶ ποιεῖν ταῦτα, καὶ οὐκ ἀδυνατεῖ αὐτῷ. εἰ οὖν ὁ θεὸς ἀγαθός, σὺ διὰ τί πονηρός;» | 64 |
295 | τί γὰρ οὐ δεῖ λέγειν καὶ ἃ ἡμεῖς ἑωράκαμεν, ὅτι μεστὰς σπυρί‐ δας εἰσῆγον ἐν ταῖς τραπέζαις τῶν ἀδελφῶν οἱ τοὺς ἄρτους εἰσ‐ φέροντες καὶ ἐσθιόντων πεντακοσίων ἀδελφῶν ἄχρι κόρου με‐ στὰς πάλιν αὐτὰς ἀπελάμβανον; Ὡς δὲ καὶ ἕτερον θαῦμα ἰδόντες ἐξεπλάγημεν δίκαιόν | |
8(300) | ἐστιν εἰπεῖν. ἐλθόντες γὰρ πρὸς αὐτὸν τρεῖς ἡμεῖς ἀδελφοὶ ἐγνω‐ ρίσθημεν πόρρωθεν ὑπὸ τῶν ἀδελφῶν ὁραθέντες τῶν προακου‐ σάντων παρ’ αὐτοῦ περὶ τῆς ἡμῶν πρὸς αὐτὸν ἀφίξεως. οἳ μετὰ σπουδῆς προσδραμόντες ὑπήντησαν ἡμῖν ψάλλοντες· τοῦτο γὰρ αὐτοῖς ἔθος ἐστὶν πρὸς πάντας τοὺς ἀδελφούς. καὶ προσκυνή‐ | |
305 | σαντες ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐφίλουν ἡμᾶς ἀλλήλοις ἐπι‐ δεικνύντες ἡμᾶς καὶ λέγοντες· «Ἰδοὺ ἥκασιν οἱ ἀδελφοὶ περὶ ὧν ὁ πατὴρ πρὸ τριῶν ἡμερῶν προείρηκεν ἡμῖν λέγων ὅτι “μετὰ τρεῖς ἡμέρας ἥξουσι πρὸς ἡμᾶς τρεῖς ἀδελφοὶ ἀπὸ Ἱεροσολύμων ἐρχόμενοι”». καὶ οἱ μὲν προῆγον ἡμῖν, οἱ δὲ ἠκολούθουν | 65 |
310 | ὄπισθεν ψάλλοντες, ἄχρις ἂν πλησίον αὐτοῦ ἐφθάσαμεν. ἀκού‐ σας δὲ ὁ πατὴρ Ἀπολλῶ τῆς φωνῆς τῶν ψαλλόντων ὑπήντησεν ἡμῖν κατὰ τὸ ἔθος αὐτῷ πρὸς πάντας τοὺς ἀδελφούς. καὶ ἰδὼν ἡμᾶς προσεκύνησεν πρῶτος ἐπὶ τὴν γῆν ἑαυτὸν ἐξαπλώσας, καὶ ἀναστὰς ἐφίλησεν καὶ εἰσαγαγὼν ὑπερηύξατο καὶ τοὺς πόδας | |
315 | ἡμῶν χερσὶ νίψας οἰκείαις πρὸς τὴν ἀνάπαυσιν προετρέψατο. τοῦτο δὲ πᾶσιν ἐποίει τοῖς πρὸς αὐτὸν ἐρχομένοις ἀδελφοῖς. οἱ γὰρ σὺν αὐτῷ ἀδελφοὶ οὐ πρότερον τῆς τροφῆς μετελάμβανον, πρὶν ἢ τῆς εὐχαριστίας τοῦ Χριστοῦ κοινωνήσωσιν. τοῦτο δὲ ἐποίουν κατὰ τὴν ἐννάτην ὥραν ἡμέριον. εἶθ’ οὕτως διαιτηθέντες | |
320 | ἐκάθηντο ἀκούοντες αὐτοῦ διδάσκοντος πάσας τὰς ἐντολὰς ἄχρι | |
τοῦ πρωθυπνίου. ἐκεῖθεν δὲ οἱ μὲν ἐπὶ τὴν ἔρημον ἐξ αὐτῶν ἀνε‐ χώρουν ἀποστηθίζοντες τὰς γραφὰς ὅλην τὴν νύκτα, οἱ δὲ ἐκεῖ προσεκαρτέρουν ἀπαύστοις ὕμνοις τὸν θεὸν εὐφημοῦντες ἄχρις ἡμέρας· οὓς ἐγὼ αὐτὸς αὐτοψὶ ἐθεασάμην ἑσπέρας ἀρξαμένους | 66 | |
325 | τῶν ὕμνων καὶ μέχρι πρωῒ οὐ παυσαμένους τῆς ᾠδῆς. πολ‐ λοὶ γοῦν αὐτῶν κατὰ τὴν ἐννάτην ὥραν μόνον κατήρχοντο ἐκ τοῦ ὄρους καὶ τῆς εὐχαριστίας μετελάμβανον καὶ πάλιν ἀνῄεσαν ἀρ‐ κούμενοι τῇ πνευματικῇ μόνῃ τροφῇ ἄχρις ἄλλης ἐννάτης. τοῦτο δὲ ἐποίουν πολλοὶ ἐξ αὐτῶν ἐπὶ πολλὰς ἡμέρας. ἦν δὲ ἰδεῖν | |
330 | αὐτοὺς ἀγαλλιωμένους κατὰ τὴν ἔρημον, ὡς οὐκ ἄν τις ἴδοι ἐπὶ τῆς γῆς τοιαύτην ἀγαλλίασιν οὐδὲ εὐφροσύνην σωματικήν. οὐδὲ γὰρ στυγνὸς ἢ κατηφής τις ἦν ἐν αὐτοῖς, ἀλλ’ εἴ τίς που καὶ στυγ‐ νάζων ἐφάνη, εὐθὺς ἐπύθετο παρ’ αὐτοῦ ὁ πατὴρ Ἀπολλῶ τὴν αἰτίαν καὶ τὰ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἑκάστου ἀπήγγελλεν. | |
335 | ἔλεγεν δέ· «Οὐ χρὴ στυγνάζειν ἐπὶ τῇ σωτηρίᾳ μέλλοντας βασιλείαν οὐρανῶν κληρονομεῖν. στυγνάσουσι μέν, φησίν, Ἕλ‐ ληνες, κλαύσουσι δὲ Ἰουδαῖοι, πενθήσουσι δὲ ἁμαρτωλοί, οἱ δὲ δίκαιοι εὐφρανθήσονται. καὶ οἱ τὰ γήϊνα μὲν φρονοῦντες ἐπὶ τοῖς γηΐνοις εὐφραίνονται, ἡμεῖς δὲ οἱ τηλικαύτης ἐλπίδος κατα‐ | 67 |
340 | ξιωθέντες πῶς οὐχὶ διὰ παντὸς εὐφραινόμεθα, τοῦ ἀποστόλου ἡμᾶς παρορμῶντος πάντοτε χαίρειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντὶ εὐχαριστεῖν;» καὶ τί δ’ ἄν τις εἴποι τὴν ἐν λόγοις αὐτοῦ χάριν καὶ τὰς λοιπὰς αὐτοῦ ἀρετάς, ἃς δι’ ὑπερβολὴν θαύ‐ ματος ἐσιωπήσαμεν ἑκάστοτε παρ’ αὐτοῦ καὶ τῶν ἄλλων ἀκού‐ | |
345 | οντες; Πολλὰ δὲ περὶ ἀσκήσεως καὶ πολιτείας ἡμῖν διαλεχθεὶς καταμόνας, πολλάκις καὶ περὶ τῆς ὑποδοχῆς τῶν ἀδελφῶν ἔλεγεν, ὅτι· «Δεῖ ἐρχομένους τοὺς ἀδελφοὺς προσκυνεῖν. οὐ γὰρ αὐτούς, ἀλλὰ τὸν θεὸν προσεκύνησας. εἶδες γάρ, φησί, τὸν ἀδελφόν σου, | |
8(350) | εἶδες κύριον τὸν θεόν σου. καὶ τοῦτο, φησίν, παρὰ τοῦ Ἀ‐ | |
βραὰμ παρειλήφαμεν. καὶ ὅτι δεῖ ἐσθ’ ὅτε τοὺς ἀδελφοὺς πρὸς ἀνάπαυσιν παραβιάζεσθαι παρὰ τοῦ Λὼτ μεμαθήκαμεν παρα‐ βιασαμένου τοὺς ἀγγέλους.» καὶ ὅτι· «Δεῖ, εἰ δυνατόν, τοὺς μοναχοὺς καθ’ ἑκάστην ἡμέραν τῶν μυστηρίων τοῦ Χριστοῦ | 68 | |
355 | κοινωνεῖν. ὁ γὰρ μακρύνων ἑαυτὸν ἀπὸ τούτων μακρύνεται ἀπὸ τοῦ θεοῦ· ὁ δὲ συνεχῶς τοῦτο ποιῶν τὸν σωτῆρα συνεχῶς ὑπο‐ δέχεται. ἡ γὰρ σωτήριος φωνή φησιν· ὁ ἐσθίων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα μένει ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ. τοῦτο οὖν συμφέρει τοῖς μοναχοῖς ὑπόμνησιν τοῦ σωτηρίου πάθους συνε‐ | |
360 | χῶς ποιουμένοις [καὶ] καθ’ ἡμέραν ἑτοίμους εἶναι καὶ παρασκευά‐ ζειν ἑαυτοὺς τοιούτους, ὡς ἀξίους εἶναι πάντοτε πρὸς τὴν τῶν οὐρανίων μυστηρίων ὑποδοχήν, ἐπειδὴ καὶ ἀφέσεως ἁμαρτιῶν οὕ‐ τω καταξιούμεθα. τὰς δὲ καθολικὰς νηστείας, φησί, μὴ ἐξὸν λύειν ἄνευ πάσης ἀνάγκης. ἐν γὰρ τετράδι ὁ σωτὴρ παρεδόθη, | |
365 | ἐν δὲ τῇ παρασκευῇ σταυροῦται· ὁ οὖν ταύτας λύων συνπαρα‐ δίδωσι τὸν σωτῆρα καὶ συσταυροῖ. ἀλλ’ ἐὰν ἥκῃ πρὸς ὑμᾶς ἀδελ‐ | |
φὸς ἀναπαύσεως δεόμενος νηστείας οὔσης, παραθήσεις αὐτῷ μό‐ νῳ τὴν τράπεζαν. εἰ δὲ μὴ βούληται, μὴ ἀναγκάσῃς· κοινὴν γὰρ ἔχομεν τὴν παράδοσιν.» | 69 | |
370 | Ἐμέμφετο δὲ πολλὰ τοὺς τὰ σίδηρα φοροῦντας καὶ τοὺς κομῶντας· «Οὗτοι γὰρ ἐνδεικτιῶσι, φησίν, καὶ τὴν ἀνθρωπαρέ‐ σκειαν θηρῶσιν, δέον αὐτοὺς μᾶλλον νηστείαις ἐκλύειν τὸ σῶμα καὶ ἐν κρυπτῷ τὸ καλὸν πράττειν· οἱ δὲ οὐ τοῦτο, ἀλλὰ πᾶσιν ἑαυτοὺς φανεροὺς καθιστῶσιν.» | |
375 | Καὶ τί ἄν τις εἴποι τὰς διδαχὰς αὐτοῦ πάσας, παραπλησίας οὔσας αὐτοῦ τῇ πολιτείᾳ, ἃς οὐδὲ γράψαι τις οὐδὲ φράσαι κατ’ ἀξίαν δυνήσεται; Πλεῖστα οὖν πολλάκις ἡμῖν καταμόνας ὅλην τὴν ἑβδομάδα διαλεγόμενος προπέμπων ἡμᾶς ἔλεγεν· «Εἰρήνην ἔχετε μετ’ ἀλ‐ | |
380 | λήλων καὶ μὴ ἀπ’ ἀλλήλων εἰς ὁδὸν χωρίζεσθε.» εἰπὼν δὲ τοῖς σὺν αὐτῷ ἀδελφοῖς τίς ἂν ἑκὼν βούλοιτο ἐξ αὐτῶν συμπρο‐ πέμψαι ἡμᾶς ἄχρι τῶν ἄλλων πατέρων, σχεδὸν ἅπαντες παρεκά‐ | |
λουν προθύμως συμπροπέμψαι ἡμᾶς. ὁ δὲ ἅγιος Ἀπολλῶ τρεῖς ἐπιλεξάμενος ἄνδρας ἱκανοὺς ἐν λόγῳ καὶ ἐν πολιτείᾳ καὶ | 70 | |
385 | ἐμπείρους ὄντας τῆς Ἑλληνικῆς διαλέκτου καὶ Ῥωμαϊκῆς καὶ Αἰγυπτιακῆς καὶ συμπροπέμπων ἡμῖν αὐτοὺς ἐνετέλλετο μὴ πρότερον ἀφιέναι ἡμᾶς, πρὶν ἂν ἱκανῶς ἔχοιμεν τοὺς πατέρας ὅλους θεωρήσαντες πληροφορηθῆναι· οὓς ἂν εἰ βούληταί τις ἰδεῖν ἅπαντας, οὐκ ἂν φθάνοι διὰ παντὸς τοῦ βίου ὅλως θεάσα‐ | |
390 | σθαι. εὐλογήσας οὖν ἡμᾶς ἐξαπέστειλεν λέγων· «Εὐλογήσαι ὑμᾶς κύριος ἐκ Σιὼν καὶ ἴδοιτε τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν.» | |
9(t) | θʹ. Περὶ Ἀμοῦν. | |
1 | Πορευομένων δὲ ἡμῶν κατὰ τὴν ἔρημον ἐν μεσημβρίᾳ, ἐξ‐ αίφνης ὁρῶμεν σῦρμα μεγάλου δράκοντος, οἷά τε δοκοῦ διὰ τῆς ψάμμου ἑλκυσθείσης· καὶ ἰδόντες φόβῳ πολλῷ συνεσχέθημεν. οἱ δὲ ὁδηγοῦντες ἡμᾶς ἀδελφοὶ παρεκάλουν μὴ δεδιέναι, ἀλλὰ | |
5 | μᾶλλον θαρρεῖν καὶ ἕπεσθαι τῷ ἴχνει τοῦ δράκοντος. «Ὄψεσθε γάρ, φησί, τὴν πίστιν ἡμῶν μελλόντων αὐτὸν χειρώσασθαι. πολλοὺς γάρ, φησί, καὶ δράκοντας καὶ ἀσπίδας καὶ κεράστας ἐκ χειρὸς ἀνῃρήκαμεν καὶ τὸ γεγραμμένον ἐπ’ αὐτοῖς ἐπληροῦτο· | |
δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ | 71 | |
10 | πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου.» ἡμεῖς οὖν ἀπιστίᾳ φερό‐ μενοι καὶ ἔμφοβοι γενόμενοι μᾶλλον μὴ κατ’ ἴχνος τοῦ δράκον‐ τος ἠξιοῦμεν αὐτούς, ἀλλὰ τὴν εὐθεῖαν βαδίζειν. εἷς δὲ ἐξ αὐτῶν ἀδελφὸς ὑπὸ πολλῆς προθυμίας καταλιπὼν ἡμᾶς ἐπὶ τὴν ἔρημον ὥρμησεν ἀνιχνεύων τὸ θηρίον. καὶ εὑρὼν οὐκ εἰς μακρὰν τὸν | |
15 | φωλεὸν φωνὴν ἐβόα ἡμῖν ἐν τῷ σπηλαίῳ εἶναι τὸν δράκοντα καὶ ἐκάλει πρὸς αὐτὸν ὄψεσθαι τὸ ἐκβησόμενον, προτρεπομένων ἡμᾶς καὶ τῶν ἄλλων ἀδελφῶν μὴ δεδιέναι. ὡς δὲ ἡμεῖς μετὰ πολ‐ λοῦ φόβου ἀπῄειμεν ὀψόμενοι τὸ θηρίον, συναντήσας ἡμῖν ἐξ‐ αίφνης εἷς ἀδελφὸς ἐκ χειρὸς εἷλκεν εἰς τὸ ἑαυτοῦ μοναστήριον, | |
20 | φάσκων μὴ δυνατοὺς εἶναι ἡμᾶς ὑπενεγκεῖν τὴν ὁρμὴν τοῦ θη‐ ρίου, καὶ μάλισθ’ ὅτι οὐδέπω ἦμεν τοιοῦτόν τι ἑωρακότες. πολ‐ λάκις γὰρ ἔλεγεν ἑωρακέναι αὐτὸ τὸ θηρίον ὑπερμέγεθες ὑπάρ‐ χον καὶ ὑπὲρ δεκαπέντε πήχεις ἔχον. μένειν οὖν ἡμᾶς κε‐ λεύσας ἐπὶ τῷ τόπῳ ἀπῄει πρὸς τὸν ἀδελφὸν πείθων αὐτὸν με‐ | |
25 | ταστῆναι τοῦ φωλεοῦ. ἐπειρᾶτο γὰρ ἐκεῖνος μὴ μεταστῆναι τοῦ τόπου πρὶν ἂν ἀνέλῃ τὸν δράκοντα. καὶ δὴ πείσας αὐτὸν ἄγει πρὸς ἡμᾶς τὴν ὀλιγοπιστίαν ἡμῶν μεμφόμενον. Ἀναπαυσάμενοι δὲ πρὸς ἐκεῖνον τὸν ἀδελφὸν ὡς ἀπὸ μι‐ λίου ἑνὸς τὸ μοναστήριον ἔχοντα ἱκανῶς ἀνεκτησάμεθα. διηγεῖτο | |
30 | δὲ ἡμῖν ἐκεῖνος γεγενῆσθαι κατ’ ἐκεῖνον τὸν τόπον ἔνθαπερ αὐτὸς ἐκαθέζετο ἄνδρα ἅγιον, ᾧ αὐτὸς ἐμαθήτευσεν, Ἀμοῦν ὀνόματι, πλείστας δυνάμεις ἐν ἐκείνῳ τῷ τόπῳ ποιήσαντα. πρὸς ὃν πολλάκις ἐλθόντες οἱ λωποδύται τοὺς ἄρτους καὶ τὰς τροφὰς αὐτοῦ ἐλάμβανον. ἐξελθὼν δὲ μιᾷ τῶν ἡμερῶν εἰς | 72 |
35 | τὴν ἔρημον δύο δράκοντας μεγάλους σὺν αὐτῷ προσηγάγετο κελεύσας αὐτοὺς παραμένειν τῷ τόπῳ καὶ φυλάττειν τὴν θύραν. οἱ δὲ ἀνδροφόνοι ἐπελθόντες κατὰ τὸ ἔθος καὶ θεα‐ σάμενοι τὸ θαῦμα ἀχανεῖς γενόμενοι ὑπ’ ἐκπλήξεως ἔπεσαν ἐπὶ πρόσωπον. ἐξελθὼν δὲ εὗρεν αὐτοὺς ἐνεοὺς γενομένους καὶ | |
40 | σχεδὸν ἡμιθανεῖς, καὶ ἀναστήσας αὐτοὺς ὠνείδιζεν λέγων· «Ὁ‐ ρᾶτε πόσον ὑμεῖς ἀγριώτεροι τῶν θηρίων ἐστέ. οἱ μὲν γὰρ ἡμῶν διὰ τὸν θεὸν τοῖς βουλήμασι πείθονται· ὑμεῖς δὲ οὐδὲ τὸν θεὸν ἐφοβήθητε οὐδὲ τῶν Χριστιανῶν τὴν εὐλάβειαν ἐδυσωπήθητε». εἰσαγαγὼν δὲ αὐτοὺς ἐν τῷ κελλίῳ ἔθηκεν τράπεζαν καὶ ἐνου‐ | |
45 | θέτει μεταβαλεῖν τὸν τρόπον. οἳ παραυτὰ μεταστάντες κρείτ‐ τους πολλῶν ἀνεφάνησαν. μετ’ οὐ πολὺ δὲ καὶ αὐτοὶ τὰ αὐτὰ σημεῖα ἐπιτελοῦντες ὤφθησαν. Ἄλλοτε δέ, φησίν, ἑνὸς μεγάλου δράκοντος τὴν πλησίον χώραν λυμαινομένου καὶ τὰ πολλὰ τῶν ζῴων ἀναιροῦντος ἦλθον | |
9(50) | οἱ προσοικοῦντες τὴν ἔρημον πάντες ὁμοῦ πρὸς τὸν πατέρα δεό‐ μενοι ἀφανισθῆναι ἐκ τῆς χώρας αὐτῶν τὸ θηρίον. ὁ δὲ ὡς μη‐ δὲν δυνάμενος αὐτοὺς ὠφελεῖν λυπουμένους τοὺς ἄνδρας ἀπέ‐ στρεψεν. ἕωθεν δὲ ἀναστὰς ἐπὶ τὴν δίοδον τοῦ θηρίου ἀπ‐ ήρχετο. ὡς δὲ ἔκλινεν τὰ γόνατα εἰς προσευχὴν ἐπὶ τρίτον, ἤρ‐ | 73 |
55 | χετο πρὸς αὐτὸν τὸ θηρίον ῥοιζήματι μεγάλῳ ἆσθμα δεινὸν προ‐ πέμπον καὶ φυσῶν καὶ συρίζον καὶ πνοὴν πονηρὰν ἀποπέμπον. ὁ δὲ οὐδὲν φοβηθεὶς ἐπιστραφεὶς πρὸς τὸν δράκοντα εἶπεν· «Χει‐ ρώσεταί σε Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι». καὶ τοῦτο εἰπόντος εὐθὺς ὁ δρά‐ | |
60 | κων ἐρράγη πάντα τὸν ἰὸν μετὰ τοῦ αἵματος διὰ τοῦ στόματος ἐξεμέσας. ἐλθόντες δὲ οἱ ἀγροικοὶ μεθ’ ἡμέρας καὶ τὸ μέγα θαῦ‐ μα ἐκεῖνο θεασάμενοι καὶ τὴν πνοὴν μὴ φέροντες ἄμμον πολλὴν ἐπὶ τὸ ζῷον ἐσώρευσαν παρεστῶτος αὐτοῖς ἐκεῖ τοῦ πατρός· οὐ γὰρ ἐτόλμων προσιέναι καίτοι νεκροῦ τοῦ δράκοντος ὄντος. | |
65 | Παῖς δέ, φησί, ποιμαίνων ἀθρόως ἔτι ζῶντα τὸν δράκοντα θεασάμενος ἐν ἐκστάσει γενόμενος ἐλιποψύχησεν. ἔκειτο οὖν ἄ‐ πνους ὁ παῖς ἐν τῷ χωρίῳ παρὰ τὴν ἔρημον πᾶσαν ἡμέραν. εὑρόν‐ τες δὲ αὐτὸν πρὸς ἑσπέραν οἱ ἴδιοι μικρὸν ἐμπνέοντα πεφυσημέ‐ νον ὅλον ἐκ τῆς ἐκστάσεως ἄγουσι πρὸς τὸν πατέρα ἀγνοοῦντες | |
70 | τὴν αἰτίαν τοῦ συμβάντος αὐτῷ. εὐξαμένου δὲ αὐτοῦ καὶ ἐλαίῳ αὐτὸν χρίσαντος ἀνέστη ὁ παῖς διηγούμενος τὸ ὁραθέν. διὸ μά‐ λιστα κινηθεὶς ὁ ἀνὴρ πρὸς τὴν ἀναίρεσιν ἐτράπη τοῦ δράκοντος. | 74 |
10(t) | ιʹ. Περὶ Κόπρη. | |
1 | Ἦν δέ τις πρεσβύτερος ἔχων πλησίον ἐκεῖ μοναστήριον ἐν τῇ ἐρήμῳ, Κόπρης λεγόμενος, ἀνὴρ ἅγιος ἐτῶν σχεδὸν ἐνενή‐ κοντα, ἡγούμενος ἀδελφῶν πεντήκοντα. ὃς καὶ αὐτὸς πλείστας δυνάμεις ἐποίει θεραπεύων τὰς νόσους καὶ ἰάσεις ἐπιτελῶν καὶ | |
5 | δαίμονας ἀπελαύνων καὶ πολλὰ θαύματα διαπραττόμενος, τινὰ γοῦν καὶ ἐν ὄψεσιν ἡμετέραις. ὡς οὖν ἡμᾶς ἐθεάσατο, ἠσπά‐ σατο καὶ ὑπερηύξατο καὶ τοὺς πόδας ἡμῶν νίψας ἠρώτα ἡμᾶς τὰ ἐν τῷ κόσμῳ πραττόμενα. ἡμεῖς δὲ ἠξιοῦμεν αὐτὸν μᾶλλον ἡμῖν τῆς οἰκείας πολιτείας τὰς ἀρετὰς ὑφηγήσασθαι καὶ ὅπως | |
10 | αὐτῷ τὰ χαρίσματα ὁ θεὸς ἐχαρίσατο καὶ ἐκ ποίας μεθόδου ταύ‐ της ἔτυχεν τῆς χάριτος. ὁ δὲ μηδὲν ὑπερήφανον λογισάμενος ὑφη‐ γεῖτο ἡμῖν τόν τε ἑαυτοῦ βίον καὶ τῶν αὐτοῦ προγενεστέρων μεγάλων καὶ πολλῷ μειζόνων αὐτοῦ γεγονότων, ὧν τὴν πολιτείαν αὐτὸς ἐμιμήσατο. «Οὐδὲν γάρ, φησί, θαυμαστόν, ὦ τέκνα, τὸ | 75 |
15 | ἐμὸν ἔργον πρὸς τὸ τῶν πατέρων ἡμῶν πολίτευμα. | |
16t | 〈Περὶ Πατερμουθίου〉 | |
17 | Ἦν γὰρ πατήρ τις πρὸ ἡμῶν, ὀνόματι Πατερμούθιος, πρῶ‐ τος τῶν ἐν τῷ τόπῳ τούτῳ μοναχῶν αὐτὸς γενόμενος καὶ τὸ μοναδικὸν ἔνδυμα τοῦτο πρῶτος ἐφευρών. οὗτος ἀρχιλῃστὴς πρῶ‐ | |
20 | τον καὶ νεκροτάφος Ἑλλήνων ὑπάρχων καὶ διαβόητος ἐπὶ κα‐ κίᾳ γενόμενος πρόφασιν εὕρατο σωτηρίας τοιαύτην. ἐπέστη γάρ ποτε νυκτός τινι παρθενευούσῃ συλῆσαι τὸ μοναστήριον προθυμηθείς. εὑρέθη δὲ μηχανῇ τινι ἐπὶ τὰ δώματα. μὴ εὑρὼν | |
δὲ ποίας εἰσέλθῃ εἰς τὸ ταμιεῖον ἢ πάλιν ποίας ὑποχωρήσῃ, | 76 | |
25 | ἔμενεν λογιζόμενος ἐπὶ τοῦ δώματος ἄχρις ἡμέρας. μικρὸν δὲ ἀφυπνώσας ὁρᾷ ὥσπερ βασιλέα τινὰ λέγοντα αὐτῷ κατὰ τοὺς ὕπνους· «Μὴ περὶ τοὺς τάφους ἔτι καὶ τῶν μικρῶν τούτων κλεμ‐ μάτων σπουδὴν ἔχων ἐπαγρύπνει. ἀλλ’ εἰ βούλει μεταβαλεῖν τὸν τρόπον περὶ τὴν ἀρετὴν καὶ ἀγγελικὴν στρατείαν ἐπαναλαβεῖν, | |
30 | παρ’ ἐμοῦ λήψῃ ταύτην τὴν ἐξουσίαν». ὁ δὲ ὡς ἀσμένως ὑπε‐ δέξατο, ὑποδείκνυσιν αὐτῷ τάγμα μοναχῶν καὶ ἀρχεῖν αὐτῶν παρεκελεύετο. ἔξυπνος δὲ γενόμενος ὁ ἀνὴρ ὁρᾷ τὴν παρθέ‐ νον αὐτῷ παρεστῶσαν καὶ λέγουσαν· «Πόθεν σὺ παραγέγονας, ὦ ἄνθρωπε, ἢ τίς ὑπάρχεις τὴν τύχην;» ὁ δὲ μηδὲν εἰδέναι φή‐ | |
35 | σας αὐτῇ τὴν ἐκκλησίαν ἐπιδείκνυσθαι αὐτῷ παρεκάλει. καὶ δὴ | |
ὡς ἐπέδειξεν, προσπεσὼν τοῖς τῶν πρεσβυτέρων ποσὶν ἠξίου Χριστιανὸς γενέσθαι καὶ μετανοίας χώραν εὑρεῖν. ἐπιγνόντες δὲ αὐτὸν οἱ πρεσβύτεροι ἐθαύμασαν καὶ ἐνουθέτουν λοιπὸν καὶ ἐδίδασκον τοῦ μηκέτι εἶναι ἀνδροφόνον. ἠξίου δὲ αὐτοὺς τῶν | 77 | |
40 | ψαλμῶν ἐπακούειν καὶ τριῶν στίχων ἐπακούσας μόνων τοῦ πρώ‐ του ψαλμοῦ ἀρκεῖν ἑαυτῷ τέως ταῦτα ἔφη πρὸς μάθησιν. καὶ ἐπιμείνας πρὸς αὐτοὺς τρεῖς ἡμέρας ἐξελθὼν εὐθὺς ἐπὶ τὴν ἔρη‐ μον ὥρμησεν. καὶ τριετῆ διάγων χρόνον κατὰ τὴν ἔρημον ἐν εὐχαῖς καὶ δάκρυσι διημερεύων πρὸς τροφὴν ταῖς ἀγρίαις βοτά‐ | |
45 | ναις ἠρκεῖτο. ἐπανῆλθεν δὲ εἰς τὴν ἐκκλησίαν ἔμπρακτον ἀπ‐ αγγέλλων τὸ μάθημα· χάριν γὰρ αὐτῷ δεδόσθαι θεόθεν ἔλεγεν ἀποστηθίζειν ἔξωθεν τὰς γραφάς. ἐθαύμαζον δὲ αὐτὸν πάλιν οἱ πρεσβύτεροι ἀκροτάτην μετελθόντα τὴν ἄσκησιν καὶ φωτίσαντες αὐτὸν παρεκάλουν συνδιατρίβειν. ὁ δὲ ἐπιμείνας πρὸς αὐτοὺς | |
10(50) | ἑπτὰ ἡμέρας ἐπὶ τὴν ἔρημον πάλιν ἐξῄει, καὶ δὴ ἑπτὰ ἔτη πάλιν ἐν τῇ πανερήμῳ διατελέσας πολλῆς χάριτος ὁ ἀνὴρ ἠξιώθη. | |
ἄρτος μὲν γὰρ αὐτῷ τῇ κυριακῇ [μόνῃ] πρὸς κεφαλῆς εὑρίσκετο εὐξαμένῳ, οὗ μεταλαμβάνων ἕως τῆς ἄλλης κυριακῆς ἠρ‐ κεῖτο. | 78 | |
55 | Ἐπανῆλθεν δὲ πάλιν ἐκ τῆς ἐρήμου τὴν ἄσκησιν ἐνδεικ‐ νύμενος καί τινας πρὸς τὴν αὐτοῦ πολιτείαν ἐλθεῖν ἐρεθίζων. προσῆλθεν δὲ αὐτῷ τις νεανίας μαθητευθῆναι βουλόμενος. ὁ δὲ εὐθὺς ἐνδύσας αὐτὸν λεβιτῶνα καὶ κουκούλιον τῇ κεφαλῇ περι‐ θεὶς ἐπὶ τὴν ἄσκησιν προσεβίβαζεν τὴν μηλωτὴν αὐτῷ ἐπὶ τοὺς | |
60 | ὤμους περιθέμενος καὶ λέντιον αὐτῷ περιζωσάμενος. καὶ δὴ εἴ πού τις τῶν Χριστιανῶν ἐτελεύτα προσκαρτερῶν αὐτῷ ταῖς ἀγ‐ ρυπνίαις καθαρίως ἐκήδευεν. ἰδὼν δὲ αὐτὸν ὁ μαθητὴς θαυ‐ μασίως τοὺς τεθνεῶτας κηδεύοντα εἶπεν πρὸς αὐτόν· «Εἰ κἀμὲ θανόντα οὕτως κηδεύσεις, διδάσκαλε;» ὁ δὲ πρὸς αὐτὸν ἔφη· | |
65 | «Οὕτως κηδεύσω σε, ἄχρις ἂν εἴπῃς· “ἀρκεῖ”». μετ’ οὐ πολὺ δὲ τοῦ χρόνου τέθνηκεν ὁ νεανίας καὶ ὁ λόγος εἰς ἔργον | |
ἐγένετο. κηδεύσας γὰρ αὐτὸν εὐσεβῶς ἐρεῖ πρὸς αὐτὸν ἐπὶ πάν‐ των· «Καλῶς ἐκηδεύθης, ὦ τέκνον, ἢ ἔτι μικρὸν λείπεται;» φωνὴν δὲ ἀφῆκεν ὁ νεανίας εἰς ἐπήκοον πολλῶν· «Ἔχει καλῶς, | 79 | |
70 | ὦ πάτερ, τὴν ἐπαγγελίαν ἐπλήρωσας». θαῦμα δὲ τοὺς παρόν‐ τας ἔσχεν ἐξαίσιον καὶ ἐδόξαζον ἐπ’ αὐτῷ τὸν θεόν. ὁ δὲ ἐπὶ τὴν ἔρημον ἀνεχώρει τὴν εὐδοξίαν ἐκκλίνων. Καὶ δή ποτε ἐκ τῆς ἐρήμου κατῄει εἰς ἐπίσκεψιν ἀδελφῶν τῶν παρ’ αὐτοῦ μαθητευθέντων νόσοις κατειλημμένων, μέλλοντος | |
75 | τοῦ ἑνὸς αὐτῶν τελευτᾶν τοῦτο τοῦ θεοῦ αὐτῷ ἀποκαλύψαντος. ἡ δὲ ἑσπέρα ἤδη προσήγγιζεν καὶ ἡ κώμη πόρρω ἐτύγχανεν. μὴ βουλομένου δὲ αὐτοῦ νυκτὸς εἰσελθεῖν εἰς τὴν κώμην τὴν ἀκαιρίαν ἐκκλίνοντος καὶ τὸ σωτήριον παράγγελμα μελετῶντος περιπατεῖτε ὡς τὸ φῶς ἐν ὑμῖν ἔχετε καὶ ὁ πορευόμενος ἐν τῷ φωτὶ οὐ | |
80 | μὴ προσκόψῃ, δύνοντος οὖν λοιπὸν τοῦ ἡλίου φωνὴν ἐφθέγξατο πρὸς αὐτὸν λέγων· «Ἐν ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, στῆθι μικρὸν ἐπ’ αὐτὸ τῆς ὁδοῦ σου, ἄχρις ἂν εἰς τὴν κώμην | |
ἀφίκωμαι». ὁ δὲ ὡς ἡμικύκλιον δυόμενος περιέστη καὶ οὐ πρὶν ἔδυ, ἄχρις ἂν ἐκεῖνος ἧκεν πρὸς τὸ χωρίον, ὡς φανερὸν τοῦ‐ | 80 | |
85 | το τοῖς ἐγχωρίοις γενέσθαι· οἳ πρὸς τὴν τοῦ ἡλίου θέαν συνδρο‐ μὴν ποιησάμενοι ἐθαύμαζον ἐπὶ πολλαῖς ὥραις θεωροῦντες αὐ‐ τὸν μὴ δυόμενον. ἰδόντες δὲ τὸν πατέρα Πατερμούθιον ἐκ τῆς ἐρήμου ἐρχόμενον ἐπυνθάνοντο παρ’ αὐτοῦ τί τὸ σημεῖον τοῦτο ἄρα εἴη τὸ τοῦ ἡλίου. ὁ δέ φησι πρὸς αὐτούς· «Οὐ μέμνησθε | |
90 | τὴν τοῦ σωτῆρος φωνὴν λέγουσαν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, καὶ μείζονα τούτων ποιήσετε σημεῖα;» τοὺς δὲ εὐθὺς ὑπ‐ εισῆλθεν φόβος, παρέμειναν δὲ αὐτῷ τινες ἐξ αὐτῶν μαθητεύ‐ οντες. Εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν ἑνὸς τῶν ἀδελφῶν τῶν νοσούν‐ | |
95 | των καὶ εὑρὼν αὐτὸν ἤδη θανόντα, προσελθὼν τῇ κλίνῃ καὶ προσ‐ ευξάμενος καὶ καταφιλήσας αὐτὸν ἠρώτα εἰ πρὸς θεὸν βούλοιτο ἀπιέναι μᾶλλον ἢ ἔτι ζῆν ἐν σαρκί. ὁ δὲ ἀνακαθίσας εἶπεν αὐτῷ· «Κρεῖσσον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. τὸ ζῆν ἐν σαρκὶ οὐκ ἀναγκαῖον ἐμοί». «Οὐκοῦν κάθευδε, φησίν, ἐν εἰρήνῃ, | |
10(100) | ὦ τέκνον, πρεσβεύων ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν». ὁ δὲ ὡς εἶχεν εὐθὺς ἀναπεσὼν ἐκοιμήθη. οἱ δὲ παρόντες πάντες ἐξεπλάγησαν λέγοντες· «Ἀληθῶς ἄνθρωπος θεοῦ ἐστιν οὗτος». κηδεύσας οὖν αὐτὸν καθαρίως, ἐν ὕμνοις πᾶσαν τὴν νύκτα διετέλεσεν. Ἕτερον δὲ κάμνοντα ἀδελφὸν ἐπισκεψάμενος, ὡς εἶδεν αὐ‐ | 81 |
105 | τὸν δυσφοροῦντα πρὸς τὴν τελευτὴν δεινῶς ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενον, ἔλεγεν πρὸς αὐτόν· «Ὡς ἀνέτοιμος ὑπάγεις πρὸς τὸν θεὸν κατηγόρους τοὺς λογισμοὺς φέρων τῆς ῥαθύμου σου πολιτείας». ὁ δὲ ἐδέετο αὐτοῦ καὶ ἱκέτευεν πρεσβεύειν ὑπὲρ αὐ‐ τοῦ πρὸς τὸν θεὸν χρόνον ἐνδοῦναι αὐτῷ μικρὸν τῇ ζωῇ, μέλ‐ | |
110 | λοντα ἐπανορθοῦσθαι. ὁ δέ φησι πρὸς αὐτόν· «Νῦν καιρὸν μετανοίας ζητεῖς, ὅταν ἡ ζωή σου πεπλήρωται; τί ἐποίεις πάντα τὸν βίον; οὐκ ἐδύνου τὰ σαυτοῦ τραύματα θεραπεῦσαι, ἀλλὰ καὶ ἕτερα προσετίθης;» ὁ δὲ ὡς ἐπέμενεν ἱκετεύων, ἀπεκρίνατο πρὸς αὐτόν· «Εἰ μὴ ἕτερα τῇ ζωῇ σου προσθήσεις κακά, εἰ κατὰ ἀλή‐ | |
115 | θειαν μετανοήσεις, δεόμεθα ὑπὲρ σοῦ τῷ Χριστῷ· ἀγαθὸς γάρ ἐστι καὶ μακρόθυμος, καὶ χαρίζεταί σοι ἔτι μικρὰν ζωήν, ἵνα τὸ πᾶν ἀποδώσῃς». καὶ εὐξάμενος εἶπεν αὐτῷ· «Ἰδοὺ τρία ἔτη σοι κεχάρισται ὁ θεὸς ἐν τῇ ζωῇ ταύτῃ. μόνον ἐκ ψυχῆς μετανό‐ ησον.» καὶ λαβόμενος αὐτοῦ τῆς χειρὸς ἀνέστησεν παρα‐ | 82 |
120 | χρῆμα ἐπάγων αὐτὸν εἰς τὴν ἔρημον. καὶ πληρωθέντων ἐτῶν τριῶν πάλιν ἦγεν ἐπὶ τὸν τόπον οὐκ ἄνθρωπον ἀλλ’ ἄγγελον τῷ Χριστῷ παριστῶν, ὡς θαυμάσαι πάντας ἐπὶ τῇ αὐτοῦ ἐξουσίᾳ. καὶ συνελθόντων πρὸς αὐτὸν τῶν ἀδελφῶν τίθησιν αὐτὸν ἐν μέ‐ σῳ ὑγιῆ καὶ δι’ ὅλης τῆς νυκτὸς λόγον αὐτοῖς διδασκαλίας ἐδί‐ | |
125 | δου. ὡς δὲ ἀπενύσταξεν ὁ ἀδελφός, καὶ δὴ εἰς ὕπνον γενάμενος παντελῶς ἐκοιμήθη. ἐπευξάμενος δὲ αὐτῷ ἐκήδευσεν κατὰ λό‐ γον προπέμψας πρὸς τὴν ταφήν. Πολλάκις δὲ αὐτόν φασι καὶ τῶν ποταμίων ὑδάτων ἐπιβάν‐ τα τὸν Νεῖλον ἄχρι γονάτων διαπορθμεύσαντα· ἄλλοτε δὲ δι’ ἀέρος | |
130 | πρὸς τοὺς ἀδελφοὺς ἐπὶ τοῦ δώματος εὑρῆσθαι τῶν θυρῶν κεκλει‐ | |
σμένων. πολλάκις δὲ ὅπουπερ ἤθελεν παραχρῆμα εὑρίσκετο. διηγεῖτο δέ ποτε τοῖς ἀδελφοῖς ἐκ τῆς ἐρήμου ἐπανελθὼν ἀνειλῆ‐ φθαι αὐτὸν ἐν ὀπτασίᾳ εἰς τοὺς οὐρανοὺς καὶ τεθεᾶσθαι ὅσα μένει ἀγαθὰ τοὺς κατὰ ἀλήθειαν μοναχούς, ἅπερ οὐδεὶς λόγος ἐξειπεῖν | 83 | |
135 | δύναται. καὶ ἀπῆχθαι δὲ αὐτὸν ἐν σαρκὶ ἔφη εἰς τὸν παρά‐ δεισον καὶ ἑωρακέναι πλῆθος ἁγίων. μετειληφέναι δὲ αὐτὸν ἔλε‐ γεν ἐκ τῶν καρπῶν τοῦ παραδείσου καὶ μάρτυρα τοῦ πράγμα‐ τος ἐδείκνυεν· σῦκον γὰρ ἓν μέγα καὶ ἐξαίρετον καὶ εὐωδίας πολλῆς μεστὸν πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἀπεκόμισεν ἐπιδεικ‐ | |
140 | νύων αὐτοῖς ὅτι ἀληθές ἐστι τὰ παρ’ αὐτοῦ λεγόμενα. ὅπερ σῦ‐ κον ὁ διηγούμενος ἡμῖν ταῦτα Κόπρης ὁ πρεσβύτερος νεανίας τότε ὑπάρχων ἐν ταῖς χερσὶ τῶν μαθητῶν αὐτοῦ ἐθεάσατο καὶ κατεφίλησεν καὶ τὴν πνοὴν ἐθαύμασεν. «Πολλοῖς γὰρ ἔτεσι, φησί, διέμεινεν παρὰ τοῖς αὐτοῦ μαθηταῖς εἰς ἐπίδειξιν φυλατ‐ | |
145 | τόμενον. ἦν γὰρ παμμέγεθες. μόνον γάρ τις ὀσφρήσατο αὐτοῦ | |
τῶν κακουμένων, εὐθέως τῆς νόσου ἀπηλλάττετο». κατὰ δὲ τὴν ἀρχὴν τῆς ἐν τῇ ἐρήμῳ αὐτοῦ ἀναχωρήσεως ἐπὶ πέντε ἑβ‐ δομάδας αὐτὸν μὴ βεβρωκότα ἄνθρωπον αὐτόν φασιν εὑρηκέναι κατὰ τὴν ἔρημον ἄρτον ἐπιφερόμενον καὶ ὕδωρ· ὃς καὶ πείσας | 84 | |
10(150) | αὐτὸν μεταλαβεῖν ἀπηλλάγη. ἄλλοτε δὲ τὸν δαίμονα θησαυροὺς αὐτῷ ὑποδεῖξαι τοῦ Φαραὼ χρυσίου καθαροῦ γέμοντας. πρὸς ὅν φησιν ὁ ἀνήρ· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν.» «Ταῦτά τε καὶ ἄλλα πλείονα καὶ μεγάλα, φησίν, κατώρ‐ θωσεν ὁ πατὴρ ἡμῶν Πατερμούθιος ποιῶν σημεῖα καὶ τέρατα. | |
155 | καὶ ἄλλοι τοιοῦτοί τινες πρὸ ἡμῶν γεγόνασιν, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. τί δὲ θαυμαστὸν εἰ ἡμεῖς οἱ μικροὶ τὰ μικρὰ ταῦτα πράττομεν, χωλοὺς καὶ τυφλοὺς θεραπεύοντες, ἅπερ καὶ ἐκ τέχ‐ νης οἱ ἰατροὶ ἐνεργοῦσιν;» Καὶ ὡς ἦν ἔτι ταῦτα διηγούμενος ἡμῖν Κόπρης ὁ πατήρ, | |
160 | ἀπονυστάξας εἷς ἐξ ἡμῶν ἀδελφὸς ἀπιστίᾳ περὶ τῶν λεγομένων | |
φερόμενος ὁρᾷ βιβλίον θαυμαστὸν ἐν ταῖς χερσὶ τοῦ ἀνδρὸς ἐπι‐ κείμενον χρυσοῖς γράμμασι γεγραμμένον καὶ ἐφεστῶτα ἄνδρα τινὰ πολιὸν μετὰ ἀπειλῆς αὐτῷ λέγοντα· «Οὐκ ἀκούεις προσε‐ χῶς τοῦ ἀναγνώσματος, ἀλλὰ νυστάζεις;» ὁ δὲ ταραχθεὶς εὐθὺς | 85 | |
165 | ἡμῖν ἀκροωμένοις αὐτοῦ τὸ ὁραθὲν ῥωμαϊστὶ ἐξέφηνεν. ἔτι δὲ τούτου λαλοῦντος πρὸς ἡμᾶς ταῦτα ἐπῆλθέν τις ἄγροικος κύ‐ αθον ἔχων μεστὸν ψάμμου καὶ παρειστήκει πληρῶσαι αὐτὸν ἐκ‐ δεχόμενος τὴν διήγησιν. ἐπυνθανόμεθα δὲ ἡμεῖς αὐτοῦ τοῦ πα‐ τρὸς τί ἄρα θέλει ὁ ἄγροικος μετὰ τῆς ψάμμου. ἀπεκρίνατο | |
170 | δὲ πρὸς ἡμᾶς ὁ πατὴρ λέγων· «Τέκνα μου, οὐκ ἐχρῆν μὲν καυ‐ χήσασθαι πρὸς ὑμᾶς οὐδὲ ἐξειπεῖν τὰ τῶν πατέρων ἡμῶν κατ‐ ορθώματα, ἵνα μὴ ἐπαρθέντες κατὰ διάνοιαν τὸν μισθὸν ἀπο‐ λέσωμεν. διὰ δὲ τὴν ὑμῶν σπουδὴν καὶ ὠφέλειαν, ὅτι ἐκ τοσού‐ του μήκους πρὸς ἡμᾶς ἐληλύθατε, οὐ ζημιῶ ὑμᾶς τῆς ὠφελείας, | |
175 | ἀλλ’ ἅπερ δι’ ἡμῶν ὁ θεὸς ᾠκονόμησεν παρόντων τῶν ἀδελφῶν διηγήσομαι. Ἄκαρπος ἦν ἡ πλησίον ἡμῶν χώρα καὶ οἱ κεκτημένοι αὐτὴν ἄγροικοι σπείροντες σῖτον μόγις ἐν διπλῷ τὸ σπέρμα ἐθέ‐ | |
ριζον. σκώληξ γὰρ γεννώμενος ἐν τῷ σταχύι ὅλον τὸν ἀμητὸν | 86 | |
180 | διέφθειρεν. οἱ δὲ κατηχηθέντες παρ’ ἡμῶν γεωργοὶ καὶ Χριστι‐ ανοὶ γεγονότες ἠξίουν ἡμᾶς εὔχεσθαι ὑπὲρ τοῦ θερισμοῦ. εἶπον δὲ πρὸς αὐτούς· «Εἰ ἔχετε πίστιν πρὸς τὸν θεόν, καὶ ἡ ἐρημικὴ αὕτη ψάμμος καρπὸν ὑμῖν προσοίσει». οἱ δὲ μηδὲν ἀναβα‐ λόμενοι τῆς ψάμμου ταύτης τῆς παρ’ ἡμῶν πατουμένης τοὺς | |
185 | ἑαυτῶν κόλπους πληρώσαντες εὐλογεῖν προσέφερον ἀξιοῦντες. ἐγὼ δὲ ὡς ηὐξάμην αὐτοῖς κατὰ τὴν πίστιν αὐτῶν γενέσθαι, ἐκεῖνοι ἔσπειραν αὐτὴν σὺν τῷ σίτῳ ἐν ταῖς ἀρούραις καὶ ἐξαίφ‐ νης πολύκαρπος ἡ χώρα γεγένηται παρὰ πᾶσαν τὴν Αἴγυπτον. τοῦτο οὖν ποιεῖν ἔθος ἔχοντες κατ’ ἐνιαυτὸν ἡμῖν ἐνοχλοῦσιν. | |
190 | Ἓν δέ μοι μέγα, φησίν, ὁ θεὸς πολλῶν παρόντων θαῦμα παρέσχεν. κατελθὼν γάρ ποτε ἐν τῇ πόλει εὗρον ἄνδρα τινὰ Μα‐ νιχαῖον τοὺς δήμους ἀποπλανήσαντα. ὡς δὲ πείθειν αὐτὸν δη‐ μοσίᾳ οὐκ ἠδυνάμην, στραφεὶς πρὸς τὸ πλῆθος εἶπον· «Πυρὰν μεγάλην εἰς τὴν πλατεῖαν ἀνάψατε καὶ εἰσερχόμεθα ἄμφω ἐν | |
195 | τῇ φλογί. καὶ ὅστις ἡμῶν ἀφλόγιστος διαμείνῃ, οὗτος ἔχει τὴν καλὴν πίστιν». ὡς δὲ γέγονεν τοῦτο καὶ οἱ ὄχλοι τὴν πυ‐ ρὰν ἐν σπουδῇ ἀνῆψαν, εἷλκον αὐτὸν μετ’ ἐμαυτοῦ εἰς τὸ πῦρ. ὁ δέ φησιν· «Εἷς ἕκαστος ἡμῶν καταμόνας εἰσελθάτω, καὶ πρῶ‐ τος, φησίν, ὀφείλεις εἰσελθεῖν αὐτὸς ὡς προστάξας». ὡς δὲ ἐν | 87 |
10(200) | ὀνόματι τοῦ Χριστοῦ κατασφραγισάμενος εἰσελήλυθα, ἡ φλὸξ ὧδε κἀκεῖ διαμερισθεῖσα οὐ παρηνώχλησέν μοι ἡμιώριον ἐν αὐ‐ τῇ διατρίψαντα. ἰδόντες δὲ οἱ ὄχλοι τὸ θαῦμα ἀνεβόησαν καὶ ἠνάγκαζον πάλιν ἐκεῖνον εἰς τὴν πυρὰν εἰσελθεῖν. ὁ δὲ ὡς οὐκ ἤθελεν δεδιώς, λαβόντες αὐτὸν οἱ δῆμοι εἰς μέσον ὤθησαν | |
205 | καὶ περιφλογισθεὶς ὅλος ἀτίμως τῆς πόλεως ἐξερρίφη τῶν δή‐ μων κραζόντων· «Τὸν πλάνον ζῶντα κατακαύσατε». ἐμὲ δὲ ἀνα‐ λαβόντες οἱ ὄχλοι καὶ εὐφημοῦντες εἰς τὴν ἐκκλησίαν προέπεμψαν. Ἄλλοτε δέ μου παριόντος διὰ ναοῦ τινός τινες τῶν ἐθνῶν τοῖς εἰδώλοις αὐτῶν ἐθυσίαζον. εἶπον δὲ αὐτοῖς· «Εἰ ἔτι, λογι‐ | |
210 | κοὶ ὄντες, ἀλόγοις θύετε, καὶ ὑμεῖς αὐτῶν ἐστὲ λοιπὸν ἀλογώ‐ τεροι». οἱ δὲ ὡς καλῶς εἰπόντος εὐθέως μοι ἠκολούθησαν τῷ | |
σωτῆρι πιστεύσαντες. Κήπου δέ μοί ποτε ἐν τῇ πλησίον χώρᾳ ὑπάρχοντος διὰ τὴν ἐρχομένην πρὸς ἡμᾶς ἀδελφότητα καὶ ἑνός τινος πένητος | 88 | |
215 | αὐτὸν ἐργαζομένου, εἰσῆλθέν τις τῶν Ἑλλήνων ἀποσυλῆσαι τὰ λάχανα. ὡς δὲ συλήσας ἀπῆλθεν, ἕως τρίτης ὥρας ἑψεῖν αὐτὰ οὐκ ἠδύνατο, ἀλλ’ ἔμειναν ἐν τῷ λέβητι οἷά περ καὶ εἴληπτο μηδὲ θερμαινομένου ὅλως τοῦ ὕδατος. ἐν ἑαυτῷ δὲ γενόμενος ὁ ἀνὴρ ἀναλαβὼν τὰ λάχανα πρὸς ἡμᾶς διεκόμισεν παρακαλῶν συγ‐ | |
220 | χωρηθῆναι αὐτῷ τὸ πλημμέλημα καὶ γενέσθαι Χριστιανός. ὅπερ καὶ γέγονεν. ἦσαν δὲ κατὰ ταύτην τὴν ὥραν ξένοι πρὸς ἡμᾶς ἐλθόντες ἀδελφοί, δι’ οὓς μάλιστα ἐπιτηδείως ἡμῖν τὰ λάχανα προσηνέχθη. μεταλαβόντες οὖν ἐξ αὐτῶν εὐχαριστήσαμεν τῷ θεῷ διπλῆν εὐφροσύνην ποιησάμενοι τήν τε τοῦ ἀνθρώπου σωτηρίαν | |
225 | καὶ τὴν τῶν ἀδελφῶν ἀνάπαυσιν». | |
11(t) | ιαʹ. Περὶ ἀββᾶ Σούρους. | |
1 | «Ἀββᾶ Σούρους δέ ποτε, φησίν, καὶ Ἡσαΐας καὶ Παῦλος | |
συνέτυχον ἀλλήλοις ἐξαπίνης ἅμα ἐπὶ τῷ ποταμῷ εὑρεθέντες, ἄνδρες εὐλαβεῖς καὶ ἀσκηταί, ὡς τὸν μέγαν ὁμολογητὴν ἀββᾶν Ἀνοὺφ ἐπισκεψόμενοι. ἀπεῖχεν δὲ ἀπ’ αὐτῶν τρεῖς μονὰς τὸ διά‐ | 89 | |
5 | στημα. καί φασι πρὸς ἀλλήλους· «Ἐπιδειξάτω ἕκαστος ἡμῶν τὴν ἑαυτοῦ πολιτείαν καὶ ὅπως παρὰ θεοῦ ἐν τῷ βίῳ τούτῳ τε‐ τίμηται». ἀββᾶ Σούρους δὲ πρὸς αὐτοὺς ἔφη· «Αἰτοῦμαι πα‐ ρὰ θεοῦ δῶρον ἀκαμάτους ἡμᾶς φθάνειν ἐπὶ τοὺς τόπους ἐν δυ‐ νάμει τοῦ πνεύματος». καὶ μόνον εὐξαμένου αὐτοῦ πλοῖον ἕτοι‐ | |
10 | μον εὕρηται παραχρῆμα καὶ ἄνεμος ἐπιτήδειος, καὶ ἐν ῥοπῇ εὑρέθησαν ἐπὶ τοῦ τόπου ἀνελθόντες κατὰ τοῦ ῥεύματος. Ἡσαΐας δέ φησι πρὸς αὐτούς· «Καὶ τί θαυμαστόν, ὦ φί‐ λοι, ἐὰν συναντήσῃ ἡμῖν ὁ ἀνὴρ ἑκάστου τὰς πολιτείας διαγο‐ ρεύων;» | |
15 | Παῦλος δέ φησι πρὸς αὐτούς· «Εἰ ἀπεκάλυψεν ἡμῖν ὁ θεὸς ὅτι μετὰ τρεῖς ἡμέρας ἀναλαμβάνει τὸν ἄνθρωπον;» ὡς δὲ προ‐ ῆλθον μικρὸν ἔμπροσθεν τοῦ τόπου, ὁ ἀνὴρ αὐτοῖς ἀπαντήσας ἀσπάζεται. ὁ δὲ Παῦλός φησι πρὸς αὐτόν· «Φράσον ἡμῖν τὰ | |
σαυτοῦ κατορθώματα· μεθαύριον γὰρ πρὸς θεὸν ἀπελεύσῃ». | 90 | |
20 | Εἶπεν δὲ ἀββᾶ Ἀνοὺφ πρὸς αὐτούς· «Εὐλογητὸς ὁ θεὸς ὁ κἀμοὶ ταῦτα γνωρίσας καὶ τὴν ὑμῶν παρουσίαν καὶ πολιτεί‐ αν». εἰπὼν δὲ ἑκάστου τὰ κατορθώματα καὶ τὰ ἑαυτοῦ λοιπὸν διηγεῖτο λέγων· «Ἐξ οὗ τὸ τοῦ σωτῆρος ὄνομα ἐπὶ τῆς γῆς ὡ‐ μολόγησα, οὐ προῆλθε ψεῦδος ἐκ τοῦ στόματός μου. γήϊνον οὐ‐ | |
25 | δὲν διαιτήθην τοῦ ἀγγέλου με τρέφοντος τὴν οὐράνιον τροφὴν καθ’ ἡμέραν. οὐδενὸς ἑτέρου ἐπιθυμία ἀνῆλθεν εἰς τὴν καρδίαν μου πλὴν τοῦ θεοῦ. οὐδὲ ἀπέκρυψεν ὁ θεός τι τῶν γηΐνων, ὃ οὐκ ἐγνώρισέν μοι. οὐκ ἔληξεν φῶς τοῖς ὀφθαλμοῖς μου. οὐκ ἐν ἡμέρᾳ ὕπνωσα, οὐκ ἐν νυκτὶ ἀνεπαυσάμην τὸν θεὸν ἐκζητῶν, | |
30 | ἀλλ’ ἄγγελός μοι ἀεὶ συμπαρῆν τὰς τοῦ κόσμου δυνάμεις ἐπι‐ δεικνύων. τὸ φῶς τῆς διανοίας μου οὐκ ἐσβέσθη. πᾶν αἴτημα παρὰ τοῦ θεοῦ μου εὐθὺς ἐλάμβανον. εἶδον πολλάκις μυρι‐ άδας ἀγγέλων τῷ θεῷ παρεστώσας. εἶδον χοροὺς δικαίων. εἶδον μαρτύρων ἀθροίσματα. εἶδον μοναχῶν πολιτεύματα. εἶδον πάν‐ | |
35 | των τὸ ἔργον τῶν τὸν θεὸν εὐφημούντων. εἶδον τὸν σατανᾶν πυρὶ παραδιδόμενον. εἶδον τοὺς ἀγγέλους αὐτοῦ κολαζομένους. εἶδον τοὺς δικαίους αἰωνίως εὐφραινομένους.» Ταῦτά τε καὶ ἄλλα πολλὰ διηγούμενος ἐπὶ τρεῖς ἡμέρας παραδίδωσι τὴν ψυχήν. τὴν δὲ εὐθὺς ἄγγελοι ὑποδεξάμενοι καὶ | 91 |
40 | χοροὶ μαρτύρων εἰς οὐρανὸν ἀνῆγον αὐτῶν ὁρώντων καὶ ἀκου‐ όντων τοὺς ὕμνους». | |
12(t) | ιβʹ. Περὶ ἀββᾶ Ἑλλῆ. | |
1 | «Ἄλλος δέ τις πατήρ, ἀββᾶ Ἑλλῆ καλούμενος, ἐκ παιδόθεν τῇ ἀσκήσει προσκαρτερήσας τοῖς πλησίον ἀδελφοῖς αὐτοῦ πολ‐ λάκις πῦρ ἐν κόλπῳ ἐβάσταζεν ἐρεθίζων αὐτοὺς προβαίνειν εἰς ἐπίδειξιν τῶν σημείων, λέγων αὐτοῖς· «Εἰ κατὰ ἀλήθειαν ἀσκεῖ‐ | |
5 | τε, τὰ σημεῖα λοιπὸν τῆς ἀρετῆς ἐπιδείξατε». ἄλλοτε δὲ αὐτῷ καθ’ ἑαυτὸν γενομένῳ ἐν τῇ ἐρήμῳ ἐπιθυμία μέλιτος γέγο‐ νεν. εὐθὺς δὲ ὑπὸ πέτραν κηρία εὑράμενος· «Ἄπελθε, φησίν, ἀπ’ ἐμοῦ ἡ ἀκόλαστος ἐπιθυμία. γέγραπται γάρ· πνεύματι περι‐ | |
πατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. καὶ καταλιπὼν αὐτὰ | 92 | |
10 | ἀπηλλάγη. ἤδη δὲ αὐτοῦ τρεῖς ἑβδομάδας ἐν τῇ ἐρήμῳ νηστεύ‐ σαντος ὀπώρας εὗρεν ἐρριμμένας. εἶπεν οὖν· «Οὐ μὴ φάγω, οὐδ’ οὐ μὴ ἅψωμαί τινος ἐξ αὐτῶν, ἵνα μὴ τὸν ἀδελφόν μου σκαν‐ δαλίσω, τοῦτ’ ἔστι τὴν ψυχήν. γέγραπται γάρ· οὐκ ἐπ’ ἄρτῳ μό‐ νῳ ζήσεται ἄνθρωπος». νηστεύσας δὲ καὶ ἄλλην ἑβδομάδα ὕ‐ | |
15 | στερον ἀπενύσταξεν. καὶ ἐλθὼν ἄγγελος κατ’ ὄναρ φησὶ πρὸς αὐτόν· «Ἀναστὰς τὰ εὑρισκόμενα ἆρον καὶ φάγε». ὁ δὲ ἐξαν‐ έστη κύκλῳ περιβλεπόμενος καὶ ὁρᾷ πηγὴν βοτάνας τρυφερὰς κύκλῳ βλαστήσασαν, μετειληφώς τε τοῦ ποτοῦ καὶ τῆς τροφῆς τῶν λαχάνων διεβεβαιοῦτο μηδὲν ἡδύτερον αὐτῶν πώποτε γεύ‐ | |
20 | σασθαι. σπήλαιον δὲ εὑρὼν μικρὸν ἐν τῷ τόπῳ ἔμεινεν ἐκεῖ ὀλίγας ἡμέρας ἄσιτος ὤν. ὡς δὲ λοιπὸν τροφῆς ἐδέετο, κλίνας τὰ γόνατα ηὔχετο. τὰ δὲ εὐθὺς αὐτῷ πάντα τῶν βρωσίμων παρ‐ έκειτο καὶ ἄρτοι θερμοὶ καὶ μέλι καὶ ὀπώρα τις διάφορος. ἐπ‐ εσκέψατο δέ ποτε τοὺς ἑαυτοῦ ἀδελφούς· οὓς καὶ πολλὰ νου‐ | |
25 | θετήσας ἐπὶ τὴν ἔρημον ἔσπευδεν ἐπικομιζόμενός τινα τῶν εἰς τὰς χρείας ἐπιτηδείων. ἰδὼν δὲ ὀνάγρους τινὰς βοσκομένας φησὶ πρὸς αὐτάς· «Ἐν ὀνόματι τοῦ Χριστοῦ ἡκέτω μία ἐξ ὑμῶν, ὑποδέξεταί μου τὸ βάρος». ἡ δὲ εὐθὺς ἐπ’ αὐτὸν ὥρμησεν. ἐπι‐ θεὶς δὲ αὐτῇ τὰ σκεύη καὶ ἐπικαθίσας ἐν μονημέρῳ ἐπὶ τὸ σπή‐ | 93 |
30 | λαιον ἔφθασεν. διαθέντος δὲ αὐτοῦ τοὺς ἄρτους καὶ τὰς ὀπώρας ἐν τῷ ἡλίῳ ἦλθον ἐπ’ αὐτὰ ὡς ἔθος εἶχον τὰ θηρία πρὸς τὴν πη‐ γήν. καὶ ἁψάμενα μόνον τῶν ἄρτων ἀπέψυξαν. Παραβαλὼν δὲ πρός τινας μοναχούς ποτε κυριακῆς οὔσης ἔλεγεν πρὸς αὐτούς· «Τί δὴ σήμερον τὴν σύναξιν οὐκ ἐπετε‐ | |
35 | λέσατε;» τῶν δὲ φασκόντων διὰ τὸ μὴ ἐληλυθέναι ἐκ τῶν ἄν‐ τικρυς τὸν πρεσβύτερον, ἔλεγεν πρὸς αὐτούς· «Ἀπελθὼν καλέσω αὐτόν». οἱ δὲ ἔφασκον μὴ δύνασθαί τινα διαβαίνειν τὸν πόρον διὰ τὸ βάθος, ἀλλὰ γὰρ καὶ θηρίον μέγιστον εἶναι ἐν τῷ τόπῳ κροκόδειλόν τινα πολλοὺς ἀνθρώπους καταναλώσαντα. ὁ δὲ | |
40 | μὴ μελλήσας εὐθὺς ἀναστὰς ὥρμησεν ἐπὶ τὸν πόρον καὶ εὐθὺς αὐτὸν τὸ θηρίον ἐπὶ τοῦ νώτου ὑποδεξάμενον εἰς τὸ πέραν ἀπο‐ κατέστησεν. εὑρὼν δὲ τὸν πρεσβύτερον ἐν τῷ χωρίῳ παρεκάλει | |
μὴ ὑπεριδεῖν τὴν ἀδελφότητα. ἰδὼν δὲ αὐτὸν ἐκεῖνος ῥάκος ἐν‐ δεδυμένον πολύρραφον ἐπύθετο παρ’ αὐτοῦ πόθεν ἄρα τὸ ῥάκος | 94 | |
45 | ἐκέκτητο ἐπειπών· «Κάλλιστον ἔχεις ἱμάτιον τῆς ψυχῆς, ἀδελ‐ φέ,» τὴν ταπεινοφροσύνην αὐτοῦ καὶ τὴν εὐτέλειαν θαυμάσας. εἵπετό τε αὐτῷ ἀπιόντι ἐπὶ τὸν ποταμόν. ὡς δὲ πορθμεῖον οὐχ εὕροσαν, φωνὴν ἠφίετο ἀββᾶ Ἑλλῆ προσκαλούμενος τὸν κρο‐ κόδειλον. ὁ δὲ εὐθὺς ὑπήκουσεν αὐτῷ καὶ παρῆν τὸν νῶτον ὑπο‐ | |
12(50) | στρωσάμενος. ἠξίου δὲ τὸν πρεσβύτερον συνεπιβῆναι αὐτῷ. ἔμ‐ φοβος δὲ γενόμενος ἐκεῖνος ἑωρακὼς τὸ θηρίον ἐπὶ τὰ ὄπισθεν ὑπεχώρει. ὡς δὲ θάμβος ἔσχεν αὐτὸν καὶ τοὺς ἀντιπέραν οἰκοῦν‐ τας ἀδελφοὺς θεασαμένους αὐτὸν σὺν τῷ θηρίῳ τὸν πόρον δια‐ πορθμεύσαντα, ἀνελθὼν ἐπὶ τὴν ξηρὰν συνεπεσπάσατο τὸ θηρίον | |
55 | τεθνάναι ἄμεινον λέγων αὐτῷ καὶ κερδᾶναι τῶν ἀναιρεθέντων ψυ‐ χῶν τὴν δίκην. τὸ δὲ παραχρῆμα πεσὸν ἐξέψυξεν. Προσκαρτερήσας δὲ ἡμέρας τρεῖς τοῖς ἀδελφοῖς ἐκάθητο | |
διδάσκων αὐτοὺς τὰς ἐντολὰς καὶ τὰ ἑκάστου ἐν κρυπτῷ βουλεύ‐ ματα φανερῶς ἐξαγγέλλων, τὸν μὲν ὑπὸ πορνείας ἐνοχλεῖσθαι | 95 | |
60 | λέγων, τὸν δὲ ὑπὸ κενοδοξίας, ἄλλον ὑπὸ τρυφῆς, ἄλλον ὑπὸ ὀρ‐ γῆς· καὶ ὃν μὲν πρᾶον, ὃν δὲ εἰρηνικὸν ἀπεφήνατο, τῶν μὲν τὰς κακίας, τῶν δὲ τὰς ἀρετὰς ἐλέγχων. ἀκούοντες δὲ ταῦτα ἐθαύμαζον λέγοντες ἀληθῶς οὕτως εἶναι. εἶπεν δὲ πρὸς αὐτούς· «Ἑτοιμάσατε ἡμῖν λάχανα. ἐλεύσονται γὰρ σήμερον πλείονες | |
65 | ἀδελφοὶ πρὸς ἡμᾶς». οἱ δὲ ὡς ἔτι ηὐτρέπιζον, ἐπιστάντες οἱ ἀδελφοὶ ἀλλήλους ἠσπάζοντο. Ἠξίου δέ τις αὐτὸν τῶν ἀδελφῶν συνδιάγειν αὐτῷ ἐν τῇ ἐρή‐ μῳ 〈σωθῆναι〉 βουλόμενος. λέγοντος δὲ αὐτοῦ μὴ δύνασθαι αὐτὸν ὑπενεγκεῖν τοὺς πειρασμοὺς τῶν δαιμόνων, φιλονικώτερον ἐκεῖνος | |
70 | διατεθεὶς πάντα ὑπενεγκεῖν ἐπηγγέλλετο. καὶ δὴ ὑποδεξάμενος αὐτὸν εἰς τὸ ἕτερον σπήλαιον οἰκεῖν παρεκελεύετο. ἐπι‐ στάντες δὲ νύκτωρ οἱ δαίμονες πνίγειν αὐτὸν ἐπεχείρουν τὸ πρῶ‐ τον αἰσχροῖς λογισμοῖς διαταράξαντες. ἐκδραμὼν δὲ ἐκεῖνος τὰ συμβάντα ἀπήγγειλεν τῷ ἀββᾶ Ἑλλῆ. περιχαράξας δὲ ἐκεῖνος | |
75 | τὸν τόπον ἐκέλευσεν τὸ λοιπὸν μετὰ ἀδείας μένειν αὐτόν. Ἄρτων δὲ αὐτούς ποτε ἐπιλειπόντων ἐν τῷ σπηλαίῳ ἐπι‐ | |
στὰς ἄγγελος ἐν ἀδελφοῦ σχήματι ἐκόμισεν αὐτοῖς τὴν τροφήν. ἄλλοτε δὲ ἐπιζητοῦντες αὐτὸν ἀδελφοὶ δέκα τὸν ἀριθμὸν ἐπλά‐ ζοντο κατὰ τὴν ἔρημον ἑπτὰ ἡμέρας ἤδη ἄσιτοι διατελοῦντες. | 96 | |
80 | εὑρὼν δὲ αὐτοὺς ἐκέλευσεν ἀναπαύεσθαι ἐν τῷ σπηλαίῳ. οἱ δὲ ὡς ὑπέμνησαν περὶ διαίτης, ἐκεῖνος μηδὲν ἔχων παραθεῖναι ἔλεγεν πρὸς αὐτούς· «Δυνατός ἐστιν ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ.» εὐθὺς δὲ πρὸ θυρῶν παῖς τις καλὸς νεανίας ἐπέμενεν κρούων εὐχομένων αὐτῶν. ἀνοίξαντες δὲ εἶδον τὸν νεανίαν σπυ‐ | |
85 | ρίδαν μεγάλην μεστὴν ἄρτων καὶ ἐλαιῶν ἔχοντα. ὑποδεξάμενοι δὲ αὐτὰ μετελάμβανον εὐχαριστήσαντες τῷ κυρίῳ, τοῦ παιδὸς εὐθὺς ἀφανοῦς γεναμένου». Ταῦτά τε καὶ ἄλλα πλείονα θαυμαστὰ ὁ πατὴρ Κόπρης ὑφηγησάμενος καὶ φιλοφρονησάμενος ἡμᾶς κατὰ τρόπον εἰς τὸν | |
90 | ἑαυτοῦ κῆπον εἰσῆγεν δεικνύων ἡμῖν φοίνικας καὶ ἄλλα ὀπω‐ ρικὰ ἅπερ αὐτὸς ἐν τῇ ἐρήμῳ ἐφύτευσεν ὑπὸ τῆς τῶν ἀγροίκων πίστεως ὑπομνησθείς, πρὸς οὓς εἶπεν ὅτι δύναται καὶ ἡ ἔρημος καρποφορῆσαι τοῖς ἔχουσι πίστιν πρὸς τὸν θεόν· «Ὡς γὰρ εἶ‐ δον, φησίν, αὐτοὺς τὴν ψάμμον σπείραντας καὶ τὴν χώραν αὐ‐ | |
95 | τῶν καρποφορήσασαν, κἀγὼ τὸ αὐτὸ ἐπιχειρήσας ἐπέτυχον». | 97 |
13(t) | ιγʹ. Περὶ Ἀπελλῆ. | |
1 | Εἴδομεν δὲ καὶ ἕτερον πρεσβύτερον ἐν τοῖς μέρεσι τῆς Ἀχω‐ ρέως, ὀνόματι Ἀπελλῆν, ἄνδρα δίκαιον τὴν χαλκευτικὴν τέχνην πρῶτον μετελθόντα κἀκεῖθεν εἰς ἄσκησιν τραπέντα. ὃς ἐλθόντος ποτὲ πρὸς αὐτὸν τοῦ διαβόλου ἐν γυναικείῳ σχήματι ὡς τὰς | |
5 | χρείας τῶν μοναχῶν χαλκεύων ἐτύγχανεν, ἁρπάξας ἐκ τοῦ πυ‐ ρὸς πεπυρωμένον σιδήριον τῇ χειρὶ διὰ τὴν σπουδὴν τὸ πρόσω‐ πον αὐτῆς ὅλον καὶ τὸ σῶμα κατέκαυσεν. καὶ ἤκουον ταύ‐ της οἱ ἀδελφοὶ ὀλολυζούσης ἐν τῷ κελλίῳ. ἐξ ἐκείνου λοιπὸν ὁ ἀνὴρ πάντοτε τῇ χειρὶ τὸν σίδηρον πεπυρωμένον ἐκράτει μὴ | |
10 | βλαπτόμενος. ὃς ἡμᾶς φιλοφρόνως ὑποδεξάμενος περὶ τῶν σὺν αὐτῷ γενομένων ἀξιοθέων ἀνδρῶν ὑφηγεῖτο ἔτι νῦν περι‐ όντων. | |
13t | 〈Περὶ Ἰωάννου〉 | |
14 | «Ἔστι γάρ, φησίν, ἐν τῇ ἐρήμῳ ταύτῃ ἀδελφὸς ἡμέτερος, | |
15 | ὀνόματι Ἰωάννης, ἄλλης μὲν λοιπὸν ἡλικίας, πάντας δὲ τοὺς νῦν μοναχοὺς ταῖς ἀρεταῖς ὑπερβάλλων. ὃν οὐδεὶς ταχέως εὑρεῖν δύναται διὰ τὸ ἀεὶ μεταβαίνειν αὐτὸν τόπον ἐκ τόπου ἐν ταῖς ἐρήμοις. οὗτος τὸ πρῶτον ἑστὼς ἐπὶ τρισὶν ἔτεσιν ὑπὸ πέ‐ τραν τινὰ πάντοτε προσευχόμενος διετέλεσεν, μὴ καθίσας ὅλως, | 98 |
20 | μὴ κοιμηθείς, ἀλλ’ ὅσον ἑστὼς τοῦ ὕπνου μόνον ἀφήρπαζεν, τῇ κυριακῇ δὲ μόνης τῆς εὐχαριστίας μεταλαμβάνων τοῦ πρεσβυ‐ τέρου αὐτῷ ἀποφέροντος· ἄλλο δὲ οὐδὲν διαιτᾶτο. Καὶ δὴ μιᾷ τῶν ἡμερῶν μετασχηματισάμενος ἑαυτὸν ὁ σα‐ τανᾶς εἰς τὸν πρεσβύτερον ταχύτερον πρὸς αὐτὸν ἄπεισιν προσ‐ | |
25 | ποιούμενος αὐτῷ τὴν κοινωνίαν ἐπιδιδόναι. ἐπιγνοὺς δὲ αὐτὸν ὁ μακάριος Ἰωάννης εἶπεν πρὸς αὐτόν. «Ὦ παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας πατήρ, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ ἀπατῶν τὰς τῶν Χριστιανῶν ψυχάς, ἀλλὰ τολμᾷς καὶ αὐτοῖς ἐπιβαίνειν τοῖς μυστηρίοις;» ὁ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· «Παρὰ | |
30 | μικρὸν ἐκέρδησα ἄν σε καταβαλών. οὕτω γὰρ καί τινα τῶν σῶν ἀδελφῶν ἀπεπλάνησα καὶ ἔκφρονα γενάμενον εἰς μανίαν ἀπήγα‐ γον. ὑπὲρ οὗ πολλοὶ δίκαιοι πολλὰ προσευξάμενοι μόγις ἴσχυ‐ σαν αὐτὸν πρὸς φρόνησιν ἀγαγεῖν». ταῦτα εἰπὼν ὁ δαίμων ἀπ’ αὐ‐ | |
τοῦ ἀπηλλάγη. | 99 | |
35 | Διαρραγέντων δὲ αὐτοῦ τῶν ποδῶν ἐκ τῆς ἀκινησίας τοῦ πολλοῦ χρόνου καὶ τῶν ἰχώρων προερχομένων καὶ σῆψιν ἐργα‐ σαμένων ἐπιστὰς ἄγγελος ἥψατο τοῦ στόματος αὐτοῦ λέγων· «Ὁ Χριστὸς ἔσται σοι ἀληθὴς βρῶσις καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀληθὲς πόμα καὶ ἀρκεῖ σοι τέως ἡ πνευματικὴ τροφή, ἵνα μὴ | |
40 | πλησθεὶς ἐξεμέσῃς». καὶ θεραπεύσας αὐτὸν μετέστησεν ἐκ τοῦ τόπου. διῆγεν δὲ κατὰ τὴν ἔρημον λοιπὸν περιάγων καὶ ἐσθίων βοτάνας, τῇ κυριακῇ δὲ εἰς τὸν αὐτὸν τόπον εὑρίσκετο τῆς κοινωνίας μεταλαμβάνων. Βαῖα δὲ ὀλίγα παρὰ τοῦ πρεσβυτέρου αἰτησάμενος τοῖς | |
45 | ζῴοις ζώνας εἰργάζετο. βουληθέντος δὲ ἀπελθεῖν πρὸς αὐτόν τι‐ νος κυλλοῦ θεραπείας ἕνεκεν καὶ ἐπιβάντος τοῦ ὄνου, μόνον ὡς οἱ πόδες αὐτοῦ τῆς ζώνης ἥψαντο τῆς παρὰ τοῦ ἁγίου ἀνδρὸς γεναμένης, παραχρῆμα ἐθεραπεύθη. ἄλλας δὲ εὐλογίας τοῖς ἀρ‐ ρώστοις ἀπέστειλεν καὶ ἀπηλλάγησαν εὐθὺς τῆς νόσου. | |
13(50) | Ἀποκαλύπτεται δὲ αὐτῷ ποτε περὶ τῶν αὐτοῦ μοναστη‐ | |
ρίων ὅτι τινὲς αὐτῶν οὐκ ὀρθὴν ἔχουσι πολιτείαν. καὶ γράφει πᾶσιν ἐπιστολὰς διὰ τοῦ πρεσβυτέρου ὅτι ἐκεῖνοι μὲν ῥαθυμοῦ‐ σιν, οὗτοι δὲ σπεύδουσι πρὸς ἀρετήν. καὶ εὑρέθη ἡ ἀλήθεια οὕ‐ τως ἔχουσα. γράφει δὲ καὶ τοῖς αὐτῶν πατράσιν ὅτι τινὲς αὐ‐ | 100 | |
55 | τῶν ὀλιγωροῦσι περὶ τῆς τῶν ἀδελφῶν σωτηρίας, ἄλλοι δὲ ἱκα‐ νῶς παρακαλοῦσιν, καὶ ἑκατέρων τὰς τιμὰς καὶ τὰς κολάσεις ἀπήγγελλεν. καὶ πάλιν ἄλλους πρὸς τὴν τελειοτέραν κατά‐ στασιν προσκαλούμενος ὑπεμίμνησκεν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ ἀναχωρεῖν· “Καιρὸς γὰρ λοιπὸν τὴν τοιαύτην ἐνδείξασθαι | |
60 | πολιτείαν. οὐ γὰρ παῖδες, φησί, καὶ νήπιοι τὸν πάντα χρόνον ὀφείλομεν διαμένειν, ἀλλ’ ἤδη τοῖς τελειοτέροις ἐπιβάλλειν νοή‐ μασιν καὶ τῆς ἀνδρείας ἐφάψασθαι καὶ ταῖς μεγίσταις ἀρεταῖς ἐπιβῆναι”». Ταῦτά τε καὶ ἕτερα πλείονα ἡμῖν ὁ πατὴρ περὶ τοῦ ἀνδρὸς | |
65 | διηγεῖτο, ἅπερ δι’ ὑπερβολὴν θαύματος πάντα οὐκ ἐγράψαμεν, οὐχ ὅτι οὐκ ἦν ἀληθῆ, ἀλλὰ διὰ τήν τινων ἀπιστίαν· ἡμεῖς δὲ ἱκανῶς πεπληροφορήμεθα πολλῶν καὶ μεγάλων ταῦτα ἡμῖν διη‐ | |
γουμένων καὶ αὐταῖς ὄψεσιν ἑωρακότων. | 101 | |
14(t) | ιδʹ. Περὶ Παφνουτίου. | |
1 | Ἐθεασάμεθα δὲ καὶ τὸν τόπον Παφνουτίου τοῦ ἀναχωρη‐ τοῦ, μεγάλου ἀνδρὸς καὶ ἐναρέτου, ὃς οὐ πρὸ πολλοῦ τινος χρό‐ νου ἐτελειώθη ἐν τῇ περιχώρῳ τῆς Ἡρακλεοπολιτῶν πόλεως τῆς Θηβαΐδος. περὶ οὗ πολλοὶ πολλὰ διηγήσαντο. | |
5 | Οὗτος μὲν γὰρ μετὰ πολλὴν ἄσκησιν ἐδέετο τοῦ θεοῦ γνω‐ ρισθῆναι αὐτῷ τίνος τῶν κατορθωσάντων ἁγίων εἴη ἂν ὅμοιος. ἄγγελος δὲ ὀφθεὶς εἶπεν αὐτῷ· «Ὅμοιος εἶ τοῦ αὐλητοῦ τοῦ ἐν τῇδε τῇ πόλει διάγοντος». ὁ δὲ μετὰ σπουδῆς ὁρμήσας πρὸς αὐτὸν ἐπυνθάνετο παρ’ αὐτοῦ τὴν αὐτοῦ πολιτείαν καὶ τὰς πρά‐ | |
10 | ξεις αὐτοῦ πάσας διερευνᾶτο. ὁ δέ φησι πρὸς αὐτόν, ὅπερ καὶ ἦν ἀληθές, ἁμαρτωλὸν ἑαυτὸν εἶναι καὶ μέθυσον καὶ πόρνον οὐ πρὸ πολλοῦ τινος χρόνου ἐκ τῆς λῃστρικῆς εἰς τοῦτο μετα‐ βληθέντα. ὡς δὲ ἠκριβεύσατο παρ’ αὐτοῦ τί τῶν καλῶν αὐ‐ | |
τῷ κατώρθωτό ποτε, ἔφησεν πρὸς αὐτὸν μηδὲν ἕτερον καλὸν | 102 | |
15 | ἑαυτῷ συνειδέναι, πλὴν ὅτι ποτὲ ἐν τῷ λῃστρικῷ τόπῳ ὑπάρχων παρθένον θεοῦ μέλλουσαν ὑπὸ λῃστῶν διαφθαρῆναι ἐξείλατο καὶ νυκτὸς ἄχρι τῆς κώμης ἀποκατέστησεν. ἄλλοτε δὲ πάλιν γυ‐ ναῖκα εὔμορφον εὑρὼν πλαζομένην κατὰ τὴν ἔρημον φυγαδευθεῖ‐ σαν ὑπὸ τῶν ταξεωτῶν τοῦ ἄρχοντος καὶ τῶν βουλευτῶν διὰ | |
20 | χρέος δημόσιον ἀνδρικὸν καὶ ἀποδυρομένην τὴν πλάνην, ἐπύθετο παρ’ αὐτῆς τοῦ ὀδυρμοῦ τὴν αἰτίαν. ἡ δὲ ἔλεγεν πρὸς αὐτόν· «Μηδὲν ἐρώτα με, δέσποτα, μηδὲ ἐξέταζε τὴν ἀθλίαν, ἀλλ’ ὥσ‐ περ θεραπαινίδα σὴν ὅπου βούλει ἀπάγαγε. τοῦ γὰρ ἀνδρός μου πολλάκις μαστιχθέντος ἐπὶ διετῆ χρόνον ὑπὲρ χρέους δημοσίου | |
25 | χρυσίνων τριακοσίων καὶ ἐν φυλακῇ καθειργμένου καὶ τῶν φιλ‐ τάτων μου παιδίων τριῶν διαπραθέντων ἐγὼ φυγὰς οἴχομαι τό‐ πον ἐκ τόπου μετερχομένη. καὶ νῦν δὲ κατὰ τὴν ἔρημον πλανω‐ | |
μένη πολλάκις εὑρεθεῖσα καὶ συνεχῶς μαστιχθεῖσα, καὶ νῦν τρί‐ την ἔχω ἐν τῇ ἐρήμῳ ἡμέραν ἄσιτος διαμείνασα.» «Ἐγὼ | 103 | |
30 | δὲ ἐλεήσας αὐτήν, φησὶν ὁ λῃστής, ἀπαγαγὼν εἰς τὸ σπήλαιον δοὺς αὐτῇ τοὺς τριακοσίους χρυσίνους ἄχρι τῆς πόλεως ὡδή‐ γησα ἐλευθερώσας αὐτῆς μετὰ τῶν τέκνων καὶ τὸν ἄνδρα». πρὸς ὃν ἀπεκρίνατο ὁ Παφνούτιος· «Ἐγὼ μὲν οὐδὲν ἐμαυ‐ τῷ σύνοιδα τῶν τοιούτων τι κατωρθωκότι· ἐν δὲ τῇ ἀσκήσει | |
35 | πάντως ἀκήκοάς με εἶναι διαβόητον. οὐ γὰρ ῥαθύμως τὴν ἐμ‐ αυτοῦ ζωὴν διελήλυθα. ἐμοὶ οὖν ὁ θεὸς περὶ σοῦ ἀπεκάλυψεν ὅτι οὐδὲν ἔλαττον ἔχεις ἐμοῦ ἐν τοῖς κατορθώμασιν. εἰ οὖν οὐκ ὀλίγος ὁ λόγος, ἀδελφέ, περὶ σοῦ τῇ θεότητι γίνεται, μὴ τῆς σαυ‐ τοῦ ψυχῆς ὡς ἔτυχεν ἀμελήσῃς.» ὁ δὲ ῥίψας εὐθὺς ὡς εἶχεν | |
40 | ἐν χερσὶ τοὺς αὐλοὺς καὶ τὴν ἁρμονίαν τῆς μουσικῆς ἀοιδῆς εἰς πνευματικὴν μεταβαλὼν μελῳδίαν τῷ ἀνδρὶ εἰς τὴν ἔρημον ἠκο‐ λούθησεν. ἐν τρισὶ δὲ ἔτεσι κατὰ κράτος ἀσκήσας καὶ ἐν ὕμνοις καὶ προσευχαῖς τὸν ἑαυτοῦ χρόνον τῆς ζωῆς διατελέσας πρὸς τὴν οὐράνιον πορείαν ἐστέλλετο καὶ σὺν χοροῖς ἁγίων καὶ τάγ‐ | |
45 | μασι δικαίων ἀριθμηθεὶς ἀνεπαύσατο. Ὡς γοῦν ἐκεῖνον ἐνασκήσαντα καλῶς ταῖς ἀρεταῖς πρὸς τὸν θεὸν προαπέστειλεν, ἐπιθεὶς ἑαυτῷ μείζονα πολιτείαν τῆς πρό‐ σθεν ἠρώτα τὸν θεὸν πάλιν δηλωθῆναι αὐτῷ τίνι τῶν ἁγίων ἄρα ἂν εἴη ὅμοιος. καὶ πάλιν φωνή τις γέγονε πρὸς αὐτὸν θεία λέγου‐ | 104 |
14(50) | σα· «Ἔοικας τῷ τῆς πλησίον κώμης πρωτοκωμήτῃ». ὁ δὲ ὡς τάχιστα πρὸς αὐτὸν ἧκεν. καὶ δὴ κρούσαντος αὐτοῦ τὸν πυ‐ λῶνα προῆλθεν ἐκεῖνος κατὰ τὸ ἔθος αὐτῷ ὡς ξένον ὑποδεχό‐ μενος. νίψας δὲ τοὺς πόδας αὐτοῦ καὶ παραθεὶς τράπεζαν προ‐ ετρέπετο μεταλαβεῖν τῶν ἐδωδίμων. πυθομένου δὲ τούτου τὰς | |
55 | πράξεις αὐτοῦ καὶ λέγοντος· «Ὦ ἄνθρωπε, τὰς σεαυτοῦ πολι‐ τείας φράσον. πολλῶν γὰρ μοναχῶν, ὥς μοι ὁ θεὸς ἐδήλωσεν, τὸν βίον ὑπερβέβηκας», ὁ δὲ ἔλεγεν ἁμαρτωλὸν ἑαυτὸν εἶναι καὶ ἀνάξιον τοῦ ὀνόματος τῶν μοναχῶν. ὁ δὲ ὡς ἐπέμενεν ἐρω‐ τῶν, ἀπεκρίνατο ὁ ἄνθρωπος λέγων· «Ἐγὼ μὲν οὐκ εἶχον ἀν‐ | |
60 | άγκην τὰ ἐμαυτοῦ δράματα ἐξαγορεύειν. ἐπειδὴ δὲ παρὰ θεοῦ λέγεις ἐληλυθέναι, τὰ προσόντα μοι ἀπαγγελῶ σοι. ἐμοὶ μὲν τριακοστὸν τοῦτό ἐστιν ἔτος ἐξ οὗ ἐμαυτὸν τῆς γαμετῆς μου ἐχώρισα τρία ἔτη αὐτῇ μόνον συνομιλήσας καὶ τρεῖς ἐξ αὐτῆς υἱοὺς ποιήσας, οἳ καὶ δὴ ταῖς χρείαις μου ὑπηρετοῦσιν. οὐκ ἐ‐ | 105 |
65 | παυσάμην οὖν τῆς φιλοξενίας ἄχρι σήμερον. οὐ καυχᾶταί τις τῶν κωμητῶν πρὸ ἐμοῦ τὸν ξένον ὑποδεξάμενος. οὐκ ἐξῆλθεν πένης οὐδὲ ξένος κεναῖς χερσὶ τὴν ἐμὴν αὐλὴν μὴ πρότερον ἐφοδια‐ σθεὶς κατὰ λόγον. οὐ παρεῖδον πένητα δυστυχήσαντα μὴ ἱκανὴν παραμυθίαν αὐτῷ χορηγήσας. οὐκ ἔλαβον πρόσωπον τέκνου | |
70 | μου ἐν κρίσει. οὐκ εἰσῆλθον εἰς τὸν οἶκόν μου καρποὶ ἀλλότριοι. οὐκ ἐγένετο μαχή, ἣν οὐκ εἰρήνευσα. οὐκ ἐμέμψατό τις ἐπ’ ἀτο‐ πίᾳ τοὺς ἐμοὺς παῖδας. οὐχ ἥψαντο τῶν ἀλλοτρίων καρπῶν αἱ ἀγέλαι μου. οὐκ ἔσπειρα πρῶτος τὰς ἐμὰς χώρας, ἀλλὰ πᾶσιν αὐτὰς κοινὰς προθέμενος τὰς ὑπολειφθείσας ἐκαρπισάμην. οὐ συν‐ | |
75 | εχώρησα καταδυναστευθῆναι πένητα ὑπὸ πλουσίου. οὐ παρελύπη‐ σά τινα ἐν τῷ βίῳ μου. κρίσιν πονηρὰν κατ’ οὐδενός ποτε ἐξενή‐ νοχα. ταῦτα θεοῦ θέλοντος σύνοιδα ἐμαυτῷ πεπραγμένα». ἀ‐ | |
κούσας δὲ ὁ Παφνούτιος τοῦ ἄνδρος τὰς ἀρετὰς τὴν κεφαλὴν αὐτοῦ ἐφίλει λέγων· «Εὐλογήσαι σε κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ | 106 | |
80 | Ἱερουσαλήμ. καλῶς γὰρ ταῦτα κατώρθωσας. λείπεται δέ σοι ἓν τῶν ἀρετῶν τὸ κεφάλαιον, ἡ πάνσοφος περὶ θεοῦ γνῶσις. ἣν οὐκ ἂν δυνήσῃ ἀπόνως κτήσασθαι, εἰ μὴ σαυτὸν τῷ κόσμῳ ἀπ‐ αρνησάμενος καὶ λαβὼν τὸν σταυρὸν τῷ σωτῆρι ἀκολουθήσεις». ὁ δὲ ὡς ἤκουσεν ταῦτα, μηδὲ τοῖς ἑαυτοῦ συνταξάμενος εὐθὺς | |
85 | εἵπετο τῷ ἀνδρὶ ἐπὶ τὸ ὄρος. Καὶ δὴ ἐλθόντες ἐπὶ τὸν ποταμὸν μηδαμοῦ σκάφους παρα‐ φανέντος προσέταξεν ὁ Παφνούτιος πεζεύειν τὸν ποταμόν, ὃν οὐ‐ δεὶς πώποτε κατ’ ἐκεῖνον τὸν τόπον ἐπέζευσεν διὰ τὸ βάθος. παρελθόντων δὲ αὐτῶν καὶ τοῦ ὕδατος αὐτοῖς ἕως τῆς ζώνης | |
90 | γεναμένου κατέστησεν αὐτὸν ἔν τινι τόπῳ, ἑαυτὸν δὲ αὐτοῦ διαχωρίσας ἐδέετο τοῦ θεοῦ κρείττων φανῆναι τῶν τοιούτων. μετ’ οὐ πολὺ δὲ τοῦ χρόνου εἶδεν τὴν ψυχὴν τοῦ ἀνδρὸς ὑπὸ ἀγγέλων ἀναλαμβανομένην ὑμνούντων τὸν θεὸν καὶ λεγόντων· | |
»Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου, κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου», | 107 | |
95 | καὶ πάλιν τῶν δικαίων ἀποκρινομένων καὶ λεγόντων· «Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸ ὄνομά σου». καὶ ἔγνω ὅτι ὁ ἀνὴρ τετελείωται. Ὡς δὲ ἐπέμενεν ὁ Παφνούτιος δυσωπῶν ταῖς εὐχαῖς τὸν θεὸν τὴν νηστείαν παρατείνων, πάλιν ἠξίου δηλωθῆναι αὐτῷ τί‐ νος ἂν εἴη ὅμοιος. ἔφη δὲ πάλιν ἡ θεία φωνὴ πρὸς αὐτόν· «Ἐμ‐ | |
14(100) | πόρῳ ἔοικας ζητοῦντι καλοὺς μαργαρίτας. ἀλλὰ ἀνάστηθι λοιπὸν καὶ μὴ μέλλε. προσαπαντήσει γάρ σοι ὁ ἀνὴρ ᾧ ἀπεικάσθης». κατελθὼν δὲ ἐκεῖνος εἶδεν ἄνδρα τινὰ ἔμπορον Ἀλεξανδρέα εὐλαβῆ καὶ φιλόχριστον, εἰς δύο μυριάδας χρυσίνων πραγματευ‐ όμενον μετὰ ἑκατὸν πλοίων ἐκ τῆς ἄνω Θηβαΐδος κατιόντα πᾶ‐ | |
105 | σαν τὴν οὐσίαν αὐτοῦ καὶ ἐμπορίαν τοῖς πτωχοῖς καὶ μοναχοῖς διανείμαντα. ὃς μετὰ τῶν ἑαυτοῦ παίδων δέκα σάκκους ὀσ‐ πρίων ἀνέφερεν πρὸς αὐτόν. «Καὶ τί ταῦτα ὄφελος;» ἔφη ὁ Παφνούτιος. ὁ δὲ ἔφη πρὸς αὐτόν· «Ἴδε οἱ καρποὶ τῆς ἐμῆς ἐμ‐ | |
πορίας εἰσὶν εἰς δικαίων ἀνάπαυσιν τῷ θεῷ προσφερόμενοι». | 108 | |
110 | «Τί δῆτα», φησὶν πρὸς αὐτὸν ὁ Παφνούτιος, «καὶ σὺ τοῦ ὀνό‐ ματος οὐκ ἀπολαύεις τοῦ ἡμετέρου;» ὁ δὲ ὡς ἐπὶ τοῦτο σπεύδειν αὐτὸν ὡμολόγει, ἀπεκρίνατο πρὸς αὐτόν· «Μέχρι τί‐ νος οὖν τὰ γήϊνα πραγματεύῃ μὴ τῶν οὐρανίων ἐμπορευμάτων ἁπτόμενος; ἀλλὰ ταῦτα μὲν ἑτέροις μέλλεις ἀφήσειν, σὺ δὲ τῶν | |
115 | καιριωτάτων ἐχόμενος ἀκολούθησον τῷ σωτῆρι ὀλίγον ὕστερον πρὸς αὐτὸν ἀφικόμενος». ὁ δὲ μηδὲν ὑπερθέμενος τοῖς αὐτοῦ παισὶν ἐνετέλλετο τὰ λοιπὰ τοῖς πτωχοῖς διανεῖμαι, αὐτὸς δὲ ἀνελθὼν εἰς τὸ ὄρος καὶ ἑαυτὸν ἐν ἐκείνῳ τῷ τόπῳ καθείρξας ἔν‐ θα οἱ πρὸ αὐτοῦ δύο ἐτελειώθησαν προσεκαρτέρει τῷ θεῷ προσ‐ | |
120 | ευχόμενος. ὀλίγου δὲ διιππεύσαντος χρόνου καταλιπὼν τὸ σῶ‐ μα οὐρανοπολίτης ἐγένετο. Ὡς δὲ καὶ τοῦτον προπέμψας εἰς οὐρανοὺς λοιπὸν καὶ αὐτὸς τὴν ψυχὴν ἀπελέγετο μηκέτι πλέον ἀσκῆσαι δυνάμενος, | |
ἄγγελος παραστὰς εἶπεν αὐτῷ· «Δεῦρο δὴ λοιπόν, ὦ μακάριε, | 109 | |
125 | καὶ σὺ εἰς τὰς τοῦ θεοῦ αἰωνίους σκηνάς. ἥκασι γὰρ οἱ προφῆ‐ ται εἰς τοὺς αὐτῶν χορούς σε ὑποδεξόμενοι. τοῦτο δέ σοι τὸ πρὶν οὐκ ἐξέφηνα, ἵνα μὴ ἐπαρθεὶς ζημιωθῇς τῆς ἀξίας». ἐπι‐ ζήσας δὲ μίαν ἡμέραν μόνην πρεσβυτέρων τινῶν κατὰ ἀποκά‐ λυψιν πρὸς αὐτὸν ἐληλυθότων πάντα τε αὐτοῖς ὑφηγησάμενος | |
130 | παρέδωκεν τὴν ψυχήν. ἐμφανῶς δὲ αὐτὸν οἱ πρεσβύτεροι ἐθε‐ άσαντο σὺν χοροῖς δικαίων καὶ ἀγγέλων ἀναλαμβανόμενον ὑμ‐ νούντων τὸν θεόν. | |
15(t) | ιεʹ. Περὶ Πιτυρίωνος. | |
1 | Εἴδομεν δὲ κατὰ τὴν Θηβαΐδα ὄρος ὑψηλὸν τῷ ποταμῷ ἐπικείμενον, φοβερὸν ἄγαν καὶ κρημνῶδες, καὶ μοναχοὺς ἐκεῖ | |
οἰκοῦντας ἐν τοῖς σπηλαίοις. πατὴρ δὲ αὐτῶν ἦν, ὀνόματι Πιτυ‐ ρίων, εἷς τῶν μαθητῶν Ἀντωνίου γενόμενος καὶ τρίτος τὸν τό‐ | 110 | |
5 | πον ἐκεῖνον διαδεξάμενος. ὃς πολλὰς καὶ ἄλλας δυνάμεις ἐπι‐ τελῶν τὴν τῶν πνευμάτων ἐλασίαν ἐναργῶς ἐποιεῖτο. διαδε‐ ξάμενος γὰρ Ἀντώνιον καὶ τὸν τούτου μαθητὴν Ἀμμωνᾶ εἰκότως καὶ τὴν κληρονομίαν τῶν χαρισμάτων ὑπεδέξατο. ὃς πολλοὺς μὲν καὶ ἄλλους πρὸς ἡμᾶς ἐποιήσατο λόγους, οὐ μὴν ἀλλὰ καὶ | |
10 | περὶ τῆς τῶν πνευμάτων διακρίσεως ἰσχυρῶς διελέξατο, λέγων δαίμονας εἶναί τινας τοὺς τοῖς πάθεσιν ἐπακολουθοῦντας καὶ τὰ ἤθη ἡμῶν πολλάκις ἐπὶ τὸ κακὸν μετατρέποντας. «Ὅστις οὖν, ὦ τέκνα,» πρὸς ἡμᾶς φησίν, «βούλεται τοὺς δαίμονας ἀπελαύ‐ νειν, πρότερον τὰ πάθη δουλώσῃ. οἵου γὰρ ἂν πάθους τις | |
15 | περιγένηται, τούτου καὶ τὸν δαίμονα ἀπελαύνει. καὶ δεῖ κατὰ μικρὸν ὑμᾶς νικῆσαι τὰ πάθη, ἵνα τούτων τοὺς δαίμονας ἀπε‐ λάσητε. ἕπεται δαίμων τῇ γαστριμαργίᾳ· ἐὰν οὖν τῆς γαστρι‐ μαργίας κρατήσητε, ἀπελαύνετε ταύτης τὸν δαίμονα». | |
Ἤσθιεν δὲ ὁ ἀνὴρ τῆς ἑβδομάδος δεύτερον, ἔν τε τῇ κυρι‐ | 111 | |
20 | ακῇ καὶ τῇ πέμπτῃ μικρὸν ἀλεύρου ζωμὸν διαιτώμενος, μηδενὸς ἑτέρου μεταλαμβάνειν δυνάμενος διὰ τὸ τὴν ἕξιν αὐτοῦ οὕτως τετυπωκέναι. | |
16(t) | ιϛʹ. Περὶ Εὐλογίου. | |
1 | Εἴδομεν δὲ καὶ ἄλλον πρεσβύτερον, Εὐλόγιον ὀνόματι. ὃς ἐν τῷ προσφέρειν τῷ θεῷ τὰ δῶρα τοσαύτην χάριν ἐλάμβανεν γνώσεως, ὡς ἑκάστου τῶν προσιόντων μοναχῶν τὰς γνώμας εἰ‐ δέναι. οὗτος ἰδὼν πολλάκις μοναχούς τινας μέλλοντας προσιέ‐ | |
5 | ναι τῷ θυσιαστηρίῳ ἐπέσχεν αὐτοὺς λέγων· «Πῶς κατατολμᾶτε τοῖς ἁγίοις προσελθεῖν μυστηρίοις πονηρὰς τὰς διανοίας ἔχοντες; καὶ σὺ μὲν ἐλογίσω τῇ νυκτὶ ταύτῃ τὴν ἀπρεπῆ τῆς πορνείας ἐνθύμησιν. ὁ δὲ ἕτερος, φησίν, ἐλογίσατο ἐν τῇ αὐτοῦ διανοίᾳ οὐδὲν διαφέρειν κἂν ἁμαρτωλὸν κἂν δίκαιον προσελθεῖν τῇ χά‐ | |
10 | ριτι τοῦ θεοῦ. ὁ δὲ ἄλλος διεκρίθη πρὸς τὸ δῶρον· «Ἆρα ἁγι‐ άσει με προσελθόντα;» ὑποχωρήσατε οὖν μικρὸν τῶν ἁγίων μυ‐ | |
στηρίων καὶ μετανοήσατε ἐκ ψυχῆς, ἵνα ἄφεσις ὑμῖν γένηται τῶν ἁμαρτιῶν καὶ ἄξιοι γένησθε τῆς τοῦ Χριστοῦ κοινωνίας. ἐὰν γὰρ μὴ πρῶτον τὰς ἐνθυμήσεις καθάρητε, οὐ μὴ δύνησθε | 112 | |
15 | προσελθεῖν τῇ χάριτι τοῦ θεοῦ». | |
17(t) | ιζʹ Περὶ Ἰσιδώρου. | |
1 | Εἴδομεν δὲ καὶ κατὰ τὴν Θηβαΐδα μονήν τινα Ἰσιδώρου τινὸς μεγάλῳ τείχει πλινθίνῳ ὀχυρωμένην χιλίους μοναχοὺς ἔν‐ δον ἔχουσαν. εἶχεν δὲ ἔνδον καὶ φρέατα καὶ παραδείσους καὶ ὅσα πρὸς τὴν χρείαν εἰσὶν ἀναγκαῖα, μηδενὸς ἔξω ποτὲ τῶν μο‐ | |
5 | ναχῶν ἐξιόντος, ἀλλὰ πρεσβύτερος ἦν ὁ θυρωρὸς μηδενὶ συγχω‐ ρῶν ἐξιέναι μηδὲ εἰσιέναι ἄλλον, πλὴν εἴ τις ἐβούλετο ἄχρι τε‐ λευτῆς ἐκεῖ παραμένειν μηδαμοῦ προερχόμενος. ὃς καὶ δὴ πρὸς τὸν πυλῶνα εἰς μικρὸν καταγώγιον τοὺς ἐρχομένους ἐξένι‐ ζεν, καὶ διδοὺς εὐλογίας πρωῒ ἐν εἰρήνῃ προέπεμπεν. δύο δὲ | |
10 | ἐξ αὐτῶν πρεσβύτεροι μόνοι τὰ ἔργα τῶν ἀδελφῶν διοικοῦντες ἐξῄεσαν καὶ τὰς ἀναγκαίας χρείας αὐτοῖς ἀπεκόμιζον. ἔλεγεν δὲ ἡμῖν ὁ τῷ πυλῶνι προσκαρτερῶν πρεσβύτερος τοιούτους εἶναι τοὺς ἔνδον ἁγίους, ὡς δύνασθαι πάντας σημεῖα ἐπιτελεῖν, καὶ μηδένα ἐξ αὐτῶν ἐμπεσεῖν εἰς νόσον πρὸ τῆς τελευτῆς· ἀλλ’ ὅταν ἑκά‐ | 113 |
15 | στου ἡ μετάθεσις ἤρχετο, προμηνύων ἅπασι κατακλιθεὶς ἐκοιμᾶτο. | |
18(t) | ιηʹ Περὶ Σαραπίωνος. | |
1 | Εἴδομεν δὲ καὶ ἐν τοῖς μέρεσιν τοῦ Ἀρσενοΐτου πρεσβύτερόν τινα ὀνόματι Σαραπίωνα, πατέρα πολλῶν μοναστηρίων καὶ ἡγού‐ μενον πολλῆς ἀδελφότητος, ὡς μιᾶς μυριάδος ὄντων τὸν ἀριθμόν, πολλήν τε διὰ τῆς ἀδελφότητος ἐκτελοῦντα οἰκονομίαν, πάντων | |
5 | ὁμοῦ ἐν καιρῷ θέρους συγκομιζόντων τοὺς ἑαυτῶν καρποὺς πρὸς αὐτόν, οὓς ἐπὶ μισθῷ θέρους ἐκομίζετο ἕκαστος, ἐνιαυσίους ἀρ‐ τάβας δώδεκα ὡς τεσσαράκοντα τοὺς μοδίους παρ’ ἡμῖν λεγο‐ | |
μένους, καὶ ταύτας εἰς διακονίαν πτωχῶν δι’ αὐτοῦ χορηγούν‐ των, ὡς μηδένα πένεσθαι λοιπὸν ἐν τῇ περιχώρῳ, ἀλλὰ καὶ τοῖς | 114 | |
10 | εἰς Ἀλεξάνδρειαν πτωχοῖς διαπέμπεσθαι. οὐ μὴν οὐδὲ οἱ προρρηθέντες πατέρες κατὰ πᾶσαν τὴν Αἴγυπτον ἠμέλησάν ποτε ταύτης τῆς διοικήσεως, ἀλλ’ ἐκ τῶν καμάτων τῆς ἀδελφότητος μεστὰ σίτου πλοῖα καὶ ἀμφιάσεως εἰς Ἀλεξάνδρειαν τοῖς πτω‐ χοῖς ἐξαποστέλλουσιν διὰ τὸ σπανίους εἶναι παρ’ αὐτοῖς τοὺς | |
15 | χρείαν ἔχοντας. Εἶδον δὲ καὶ εἰς τὴν περίχωρον Βαβυλῶνος καὶ Μέμφεως πατέρας πολλοὺς καὶ μεγάλους καὶ πλῆθος μοναχῶν ἄπειρον παν‐ τοίαις ἀρεταῖς κεκοσμημένων. εἶδον δὲ καὶ τοὺς θησαυροὺς τοῦ Ἰωσὴφ ἔνθα τὸν σῖτον κατὰ τὸν καιρὸν ἐκεῖνον συνήγαγεν. | |
19(t) | ιθʹ Περὶ Ἀπολλωνίου μάρτυρος. | |
1 | Γέγονε δέ τις κατὰ τὴν Θηβαΐδα μοναχὸς ὀνόματι Ἀπολ‐ λώνιος. οὗτος πλείστας δυνάμεις τῆς πολιτείας αὐτοῦ ἐπεδεί‐ ξατο. ἦν δὲ καὶ τοῦ ὀνόματος τῆς διακονίας ἠξιωμένος, ὑπερβάλ‐ λων δὲ πάσαις ταῖς ἀρεταῖς καὶ τοὺς πώποτε εὐδοκιμήσαντας. | |
5 | οὗτος ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραθαρρύνων τοὺς τοῦ Χρι‐ στοῦ ὁμολογητὰς πολλοὺς μάρτυρας ἀπετέλεσεν. καὶ αὐτὸς δὲ συλληφθεὶς ἐν τῇ εἱρκτῇ ἐφυλάττετο. πρὸς ὃν ἤρχοντο τῶν Ἑλ‐ λήνων οἱ φαυλότεροι καὶ λόγους αὐτῷ παροξυσμοῦ καὶ βλασφη‐ μίας προσῆγον. | 115 |
10 | Ἦν δέ τις ἐξ αὐτῶν χοραύλης, ἀνὴρ διαβόητος ἐν τοῖς ἀτο‐ πήμασιν, ὃς προσελθὼν ὕβριζεν αὐτόν, ἀνόσιον λέγων καὶ ἐπι‐ θέτην καὶ πλάνον καὶ παρὰ παντὸς ἀνθρώπου μισούμενον καὶ ὀφείλοντα θᾶττον ἀποθανεῖν. πρὸς ὅν φησιν ὁ Ἀπολλώνιος· «Ἐλεήσαι σε κύριος, ἄνθρωπε, καὶ μηδέν σοι τῶν παρὰ σοῦ | |
15 | εἰρημένων εἰς ἁμαρτίαν λογίσηται». ταῦτα δὲ ἀκούσας ὁ χοραύ‐ λης ἐκεῖνος, Φιλήμων ὀνόματι, ἐδάκνετο ταῖς φρεσὶν ὑπὸ τῶν λόγων τοῦ ἀνδρὸς κατανυγείς. ὁρμήσας δὲ εὐθὺς ἐπὶ τὸ βῆμα τῷ δικαστῇ παρέστη. καὶ δή φησι πρὸς αὐτὸν ἐπὶ τοῦ δήμου· «Ἄδικα πράττεις, ὦ δικαστά, θεοφιλεῖς καὶ ἀναιτίους ἄνδρας | |
20 | κολάζων. οὐδὲν γὰρ φαῦλον οἱ Χριστιανοὶ ποιοῦσιν οὐδὲ λέγου‐ σιν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς αὐτῶν εὐλογοῦσιν». ὁ δὲ ταῦτα αὐτοῦ λέγοντος τὰ πρῶτα μὲν ᾤετο αὐτὸν εἰρωνεύεσθαι καὶ γε‐ λοιάζειν. ὡς δὲ ἐπιμένοντα εἶδεν· «Μέμηνας», φησίν, «ὦ ἄν‐ θρωπε», πρὸς αὐτόν, «καὶ ἐκ φρενῶν γέγονας ἐξάπινα». ὁ δέ· | |
25 | «Οὐ μαίνομαι», φησίν, «ἀδικώτατε δικαστά. Χριστιανὸς γάρ εἰμι». ὁ δὲ κολακείαις ἅμα τῷ ὄχλῳ πείθειν αὐτὸν ἐπειρᾶτο. ὡς | |
δὲ ἀμετάθετον εἶδεν, παντοίας βασάνους αὐτῷ προσήγαγεν. τὸν δὲ Ἀπολλώνιον ἀνάρπαστον ποιησάμενος καὶ πολλαῖς αἰκίαις περιβαλὼν ὡς πλάνον αὐτὸν ἐβασάνιζεν. ὁ δὲ Ἀπολλώνιος φη‐ | 116 | |
30 | σιν πρὸς αὐτόν· «Ηὐξάμην ἂν καὶ σέ, δικαστά, καὶ πάντας τοὺς παρόντας ταύτῃ τῇ πλάνῃ μου ἐξακολουθῆσαι.» ὁ δέ, ὡς ταῦτα λέγοντος, ἀμφοτέρους πυρὶ παραδοθῆναι προστάσσει ἐπ’ ὄ‐ ψεσι παντὸς τοῦ πλήθους. ὡς δὲ ἐν τῇ φλογὶ ἦσαν παρόντος τοῦ δικαστοῦ, φωνὴν ἀφίησι πρὸς τὸν θεὸν ὁ μακάριος Ἀπολλώνιος | |
35 | εἰς ἐπήκοον παντὸς τοῦ δήμου καὶ τοῦ δικαστοῦ· «Μὴ παρα‐ δῷς, δέσποτα, τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, ἀλλὰ σαυτὸν ἐμφανῶς ἡμῖν ἐπίδειξον.» καὶ δὴ νεφέλη δροσοειδὴς καὶ φω‐ τεινὴ ἐπελθοῦσα ἐκάλυψεν τοὺς ἄνδρας τὸ πῦρ ἀποσβέσασα. καὶ θαυμάσαντες οἱ ὄχλοι καὶ ὁ δικαστὴς ἐβόων· «Εἷς θεὸς τῶν Χρι‐ | |
40 | στιανῶν.» ἀναγγέλλει δέ τις ταῦτα τῶν κακούργων τῷ τῆς Ἀλεξανδρείας ἐπάρχῳ. ὃς ὠμούς τινας καὶ ἀγρίους προτίκτορας καὶ ταξεώτας ἐπιλεξάμενος ἐξαπέστειλεν πρὸς τὸ δεσμίους πάν‐ τας ἀχθῆναι τοὺς περὶ τὸν δικαστὴν καὶ Φιλήμονα. ἤγετο οὖν καὶ ὁ Ἀπολλώνιος καὶ ἄλλοι τινὲς ὁμολογήσαντες. πορευο‐ | |
45 | μένων δὲ πάντων κατὰ τὴν ὁδὸν ἐπῆλθεν χάρις ἐπ’ αὐτὸν καὶ ἤρξατο διδάσκειν τοὺς στρατιώτας. ὡς δὲ καὶ αὐτοὶ κατανυ‐ | |
γέντες ἐπίστευσαν τῷ σωτῆρι, πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ βῆμα δέσμιοι ᾖσαν. οὓς ἅπαντας ὁ ἔπαρχος θεασάμενος ἀμεταθέτους τῇ πίστει τῷ βυθῷ θᾶττον κελεύει παραδοθῆναι· τοῦτο δὲ σύμ‐ | 117 | |
19(50) | βολον αὐτοῖς ἐγένετο τοῦ βαπτίσματος. εὑρόντες δὲ αὐτοὺς οἱ οἰκεῖοι πρὸς τὰς ὄχθας ἐκρεριμμένους, πάντας ὁμοῦ τέθεικαν. ἔνθα ἐποίησαν δυνάμεις πολλάς, αἳ καὶ νῦν ἐπιτελοῦνται· τοσαύτη γάρ τις χάρις γέγονεν τοῦ ἀνδρός, ὥστε καὶ περὶ ὧν ηὔξατο εὐθὺς εἰσηκούσθη τοῦ σωτῆρος αὐτὸν οὕτω τιμήσαντος. ὃν | |
55 | καὶ ἡμεῖς ἐν τῷ μαρτυρίῳ εὐξάμενοι ἐθεασάμεθα ἅμα τοῖς σὺν αὐτῷ μαρτυρήσασιν. καὶ προσκυνήσαντες τῷ θεῷ ἠσπασάμεθα αὐτῶν τὰ σκηνώματα ἐν τῇ Θηβαΐδι. | |
20(t) | κʹ. Περὶ Διοσκόρου. | |
1 | Ἄλλον δὲ πρεσβύτερον εἴδομεν ἐν Θηβαΐδι, Διόσκορον ὀνό‐ ματι, πατέρα μοναχῶν ἑκατόν. ὃς μέλλοντας αὐτοὺς προσελθεῖν τῇ χάριτι τοῦ θεοῦ ἔλεγεν πρὸς αὐτούς· «Ὁρᾶτε μή τις ἐν γυ‐ | |
ναικὸς φαντασίᾳ γενόμενος ἐν νυκτὶ τολμήσῃ προσελθεῖν τοῖς | 118 | |
5 | ἁγίοις μυστηρίοις, μή τις ἐξ ὑμῶν φανταζόμενος ἐνυπνιασθῇ. αἱ γὰρ ἄνευ τῶν φαντασιῶν γονόρροιαι αὐτομάτως γιγνόμεναι οὐκ ἐκ προαιρέσεως ἑκάστου, ἀλλὰ ἀβουλήτως ἐγγίγνονται· ἐκ φύσεως γὰρ προέρχονται καὶ ἐκ περιουσίας ὕλης ἐκκρίνονται. διὸ οὐδὲ ὑπεύθυνοί εἰσι τῇ ἁμαρτίᾳ. αἱ δὲ φαντασίαι ἐκ προαι‐ | |
10 | ρέσεως ἔρχονται καὶ τῆς κακῆς γνώμης ἐστὶ τεκμήριον. δεῖ δὲ τὸν μοναχόν, φησίν, καὶ τῆς φύσεως ὑπερβαίνειν τὸν νόμον καὶ μηδὲ εἴς τινα μικρὸν μολυσμὸν σαρκὸς εὑρεθῆναι, ἀλλὰ τή‐ κειν τὴν σάρκα καὶ μὴ συγχωρεῖν ἐν αὐτῇ περισσεύειν τὴν ὕλην. πειρατέον οὖν κενῶσαι τὴν ὕλην τῇ τῆς νηστείας παρατάσει· | |
15 | εἰ δὲ μή, καὶ πρὸς τὰς ὀρέξεις ἡμᾶς ἐρεθίζει. οὐ δεῖ δὲ τὸν μοναχὸν ὅλως τῶν ὀρέξεων ἐφάψασθαι· ἐπεὶ ἐν τίνι διοίσει τῶν κοσμικῶν, οὓς καὶ πολλάκις ὁρῶμεν τῶν τέρψεων ἀπεχομένους δι’ ὑγείαν σώματος ἢ δι’ ἄλλας τινὰς οὐκ ἀλόγους ἐπιθυμίας; πόσῳ μᾶλλον ἐπιμελητέον τῷ μοναχῷ τῆς ψυχῆς τὴν ὑγείαν καὶ | |
20 | τοῦ νοῦ, φησί, καὶ τοῦ πνεύματος». | 119 |
21t | 〈Περὶ τῶν ἐν τῇ Νιτρίᾳ〉 | |
22 | Κατήχθημεν δὲ καὶ εἰς Νιτρίας, ἔνθα πολλοὺς καὶ μεγάλους ἀναχωρητὰς ἑωράκαμεν, τοῦτο μὲν ἐγχωρίους, τοῦτο δὲ καὶ ξέ‐ νους, ἀλλήλους ταῖς ἀρεταῖς ὑπερβάλλοντας καὶ φιλονικώτερον | |
25 | πρὸς τὴν ἄσκησιν διακειμένους, πᾶσάν τε ἀρετὴν ἐνδεικνυμένους καὶ ἀγωνιζομένους ἐν τῇ πολιτείᾳ ἀλλήλους ὑπερβάλλειν. καὶ οἱ μὲν αὐτῶν περὶ τὴν θεωρίαν, οἱ δὲ περὶ τὴν πρακτικὴν ἠσχο‐ λοῦντο. ἰδόντες γὰρ ἡμᾶς τινες ἐξ αὐτῶν πόρρωθεν ἐρχομένους διὰ τῆς ἐρήμου οἱ μὲν μετὰ ὕδατος ἡμῖν προϋπήντησαν, οἱ δὲ | |
30 | τοὺς πόδας ἡμῶν ἔνιπτον, οἱ δὲ τὰ ἱμάτια ἔπλυνον, οἱ δὲ ἐπὶ τροφὴν παρεκάλουν, ἄλλοι δὲ ἐπὶ τὴν τῶν ἀρετῶν μάθησιν, ἄλλοι δὲ ἐπὶ τὴν θεωρίαν καὶ τὴν τοῦ θεοῦ γνῶσιν. καὶ ὅπερ ἕκαστος αὐτῶν ἠδύνατο, τοῦτο ἔσπευδεν ἡμᾶς ὠφελεῖν. καὶ τί ἄν τις εἴποι πάσας αὐτῶν τὰς ἀρετάς, μηδὲν ἐπαξίως λέγειν δυνάμενος; | |
35 | Ἔρημον οἰκοῦσι τόπον καὶ τὰ κελλία ἐκ διαστήματος ἔχου‐ σιν, ὡς μηδένα γνωρίζεσθαι πόρρωθεν ὑφ’ ἑτέρου, μηδὲ ὁρᾶσθαι ταχέως, μηδὲ φωνῆς ἐπακοῦσαι, ἀλλ’ ἐν ἡσυχίᾳ πολλῇ διάγου‐ σιν ἕκαστος καθ’ ἑαυτὸν καθειργμένος· μόνον δὲ ἐν σαββάτῳ | |
καὶ κυριακῇ ἐν ταῖς ἐκκλησίαις συνήγοντο καὶ ἀλλήλους ἀπελάμ‐ | 120 | |
40 | βανον. πολλοὶ δὲ αὐτῶν πολλάκις καὶ τεταρταῖοι ἐν τοῖς κελλί‐ οις εὑρίσκοντο ἐκ τοῦ μὴ ὁρᾶν ἀλλήλους πλὴν ἐν ταῖς συνάξεσιν. καὶ οἱ μὲν αὐτῶν ἀπὸ τριῶν σημείων καὶ τεσσάρων εἰς τὴν σύναξιν ἤρχοντο· τοσοῦτον μακρὰν ἀπ’ ἀλλήλων διεστήκασιν. ἀ‐ γάπην δὲ τοσαύτην εἶχον πρὸς ἀλλήλους καὶ περὶ τὴν λοιπὴν | |
45 | ἀδελφότητα, ὡς πολλοῖς πολλάκις βουληθεῖσι σὺν αὐτοῖς σωθῆ‐ ναι ἕκαστος τὸ ἑαυτοῦ κελλίον ἔσπευδεν αὐτοῖς εἰς ἀνάπαυσιν δοῦναι. Εἶδον δὲ καὶ πατέρα τινὰ τῶν ἐκεῖ, Ἀμμώνιον ὀνόματι, ἐξαίρετα κελλία ἔχοντα καὶ αὐλὴν καὶ φρέαρ καὶ τὰς λοιπὰς | |
20(50) | χρείας. ἐλθόντος δέ ποτέ τινος ἀδελφοῦ πρὸς αὐτὸν σωθῆναι σπεύδοντος καὶ λέγοντος αὐτοῦ ἐπινοεῖν αὐτῷ κελλίον πρὸς οἴ‐ κησιν, εὐθὺς ἐξελθὼν παρήγγειλεν αὐτῷ μὴ ἀναχωρεῖν τῶν κελ‐ λίων ἄχρις ἂν εὕρῃ αὐτῷ ἐπιτήδειον καταγώγιον. καὶ καταλι‐ πὼν αὐτῷ πάντα ὅσα εἶχεν σὺν αὐτοῖς τοῖς κελλίοις ἑαυτὸν εἰς | |
55 | μικρόν τι κελλίον μακρὰν ἐκεῖθεν ἀπέκλεισεν. εἰ δὲ καὶ πλείονες ἦσαν οἱ συνερχόμενοι σωθῆναι θέλοντες, συνῆγεν πᾶσαν τὴν ἀδελφότητα, καὶ τοῦ μὲν πλίνθους ἐπιδιδοῦντος, τοῦ δὲ ὕδωρ, ἐν ἡμέρᾳ μιᾷ τὰ κελλία ἐπληροῦντο. τοὺς δὲ μέλλοντας οἰ‐ | |
κεῖν τὰ κελλία ἐκάλουν εἰς τὴν ἐκκλησίαν εἰς εὐωχίαν· καὶ ὡς | 121 | |
60 | ἔτι ἐκεῖνοι εὐφραίνοντο, ἕκαστος ἐκ τοῦ οἰκείου κελλίου γεμίσας αὐτοῦ τὴν μηλωτὴν ἢ τὴν σπυρίδα ἄρτων ἢ τῶν λοιπῶν ἐπιτη‐ δείων εἰς τὰ νέα κελλία ἀπέφερον, ἵνα μηδενὶ φανερὰ γένηται ἡ ἑκάστου καρποφορία. ἐρχόμενοι δὲ εἰς ἑσπέραν οἱ μέλλοντες οἰκεῖν τὰ κελλία εὕρισκον ἐξαίφνης πάντα τὰ ἐπιτήδεια. | |
65 | Εἴδομεν δὲ ἐκεῖ ἄνδρα ὀνόματι Δίδυμον, πρεσβύτην τῇ ἡλικίᾳ, ἀστεῖον τῇ ὁράσει, ὃς τοὺς σκορπίους καὶ κεράστας καὶ ἀσπίδας τοῖς οἰκείοις ποσὶν ἀπέκτεννεν, μηδενὸς ἑτέρου τολμῶν‐ τος τοῦτο ποιεῖν· ἀλλὰ γὰρ καὶ πολλοὶ ἕτεροι τῶν δοκούντων ὑπ’ αὐτῶν ἀνῃρέθησαν τῶν θηρίων μόνον ἁψάμενοι. | |
70 | Εἴδομεν δὲ καὶ ἕτερον πατέρα μοναχῶν, Κρονίδην ὀνόματι, ἐν γήρει καλῷ προοδεύσαντα, ἕνα τῶν ἀρχαίων ἀνδρῶν σὺν Ἀν‐ τωνίῳ γενόμενον, ἑκατὸν δέκα ἐτῶν ὑπάρχοντα. ὃς πολλὰ παρα‐ καλέσας ἡμᾶς καὶ νουθετήσας ἑαυτὸν ἐξουθένει, τοσαύτην ταπει‐ νοφροσύνην μέχρι γήρως κεκτημένος. | |
75 | Εἴδομεν δὲ καί τινας τρεῖς ἀδελφοὺς καλοὺς πάνυ, οἳ διὰ τὴν ἐνάρετον αὐτῶν πολιτείαν εἰς ἐπισκοπὴν κρατηθέντες διὰ πολλὴν εὐλάβειαν τὰ ἑαυτῶν ὠτία ἀπέτεμον, τολμηρῶς μὲν ποι‐ ήσαντες, ὅμως κατ’ εὔλογόν τινα σκοπόν, ἵνα τοῦ λοιποῦ μηδεὶς αὐτοὺς ἐνοχλῇ. | 122 |
80 | Εἴδομεν δὲ καὶ Εὐάγριον, ἄνδρα σοφὸν καὶ λόγιον, ὃς τῶν λογισμῶν ἱκανὴν εἶχεν διάκρισιν ἐκ πείρας τὸ πρᾶγμα παρειλη‐ φώς. ὃς πολλάκις κατελθὼν εἰς Ἀλεξάνδρειαν τῶν Ἑλλήνων τοὺς φιλοσόφους ἀπεστόμιζεν. οὗτος παρήγγελλεν τοῖς μεθ’ ἡ‐ μῶν ἀδελφοῖς ὕδατος μὴ κορέννυσθαι· «Οἱ γὰρ δαίμονες, φησί, | |
85 | τοὺς ὑδροτελεῖς τόπους συνεχῶς ἐπιβαίνουσιν». ἄλλους τε πολ‐ λοὺς πρὸς ἡμᾶς περὶ ἀσκήσεως ἐποιήσατο λόγους ἐπιστηρίξας ἡμῶν τὰς ψυχάς. Πολλοί τε αὐτῶν οὔτε ἄρτον ἤσθιον οὔτε ὀπώραν, ἀλλὰ πικρίδας μόνον. τινὲς δὲ αὐτῶν οὐδὲ ἐκάθευδον ὅλην τὴν νύκτα, | |
90 | ἀλλ’ ἢ καθήμενοι ἢ ἑστῶτες ἄχρι πρωῒ ἐνεκαρτέρουν εὐχόμενοι. | |
21(t) | καʹ. Περὶ Μακαρίου. | |
1 | Διηγοῦντο δὲ ἡμῖν πολλοὶ τῶν ἐκεῖ πατέρων Μακαρίου τὸν βίον τοῦ μαθητοῦ Ἀντωνίου πρὸ βραχέος χρόνου κομιδῇ τελειω‐ θέντος. ὃς πλείστας μὲν δυνάμεις ὥσπερ Ἀντώνιος διεπράξατο, ἰάσεις τε καὶ σημεῖα, ἃς οὐκ ἂν φθάνοι τις πάσας ἐξειπεῖν· ὀλίγα | 123 |
5 | δὲ αὐτοῦ τινα τῶν κατορθωμάτων μνημονεύσαντες μετρίως δη‐ λώσομεν. Οὗτος θεασάμενός ποτε παρὰ τῷ μεγάλῳ ἀνδρὶ πατρὶ Ἀν‐ τωνίῳ βαῖα ἐκλεκτὰ αὐτὸν ἐργαζόμενον ᾔτησεν παρ’ αὐτοῦ μίαν δεσμὴν τῶν βαίων. εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἀντώνιος· «Γέγρα‐ | |
10 | πται· Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου». καὶ μόνον εἰπόντος εὐθέως τὰ βαῖα πάντα ὡς ὑπὸ πυρὸς ἐφρύγη. ὅπερ ἰδὼν ὁ Ἀντώ‐ νιος ἔφη τῷ Μακαρίῳ· «Ἰδοὺ ἐπαναπέπαυται τὸ πνεῦμά μου ἐπὶ σέ, καὶ ἔσῃ λοιπὸν τῶν ἐμῶν ἀρετῶν κληρονόμος.» Ἐκεῖθεν δὲ πάλιν ὁ διάβολος εὗρεν αὐτὸν ἐν τῇ ἐρήμῳ λίαν | |
15 | κεκμηκότα τῷ σώματι καί φησι πρὸς αὐτόν· «Ἰδοὺ τὴν χάριν εἴληφας Ἀντωνίου. τί δῆτα μὴ κέχρησαι τῷ ἀξιώματι καὶ αἰτεῖς παρὰ τοῦ θεοῦ βρώματα καὶ ἰσχὺν πρὸς τὴν ὁδοιπορίαν;» ὁ δέ φησι πρὸς αὐτόν· «Ἰσχύς μου καὶ ὕμνησίς μού ἐστιν ὁ κύριος. σὺ δὲ οὐ μὴ ἐκπειράσῃς τὸν δοῦλον τοῦ θεοῦ.» ποιεῖ οὖν αὐτῷ | |
20 | φαντασίαν ὁ διάβολος κάμηλον ἀχθοφόρον διὰ τῆς ἐρήμου πλαζο‐ μένην ἔχουσαν πάντα τὰ πρὸς τὴν χρείαν ἐπιτήδεια. ἥτις ἰδοῦσα | |
τὸν Μακάριον ἔμπροσθεν αὐτοῦ ἐκάθισεν. ὁ δὲ ὑπολαβὼν αὐτὸ φάντασμα εἶναι, ὅπερ καὶ ἦν, ἔστη εἰς προσευχήν. ἡ δὲ εὐθὺς εἰς τὴν γῆν κατεπόθη. | 124 | |
25 | Ἄλλοτε δὲ πολλὰ νηστεύσας καὶ προσευξάμενος ᾐτήσατο τὸν θεὸν δειχθῆναι αὐτῷ τὸν παράδεισον ὃν ἐν τῇ ἐρήμῳ τῆς Αἰ‐ γύπτου Ἰαννὴς καὶ Ἰαμβρὴς ἐφύτευσαν ἀντίτυπον τοῦ ἀληθινοῦ παραδείσου ποιῆσαι βουλόμενοι. πλαζόμενον οὖν αὐτὸν διὰ τῆς ἐρήμου ἐπὶ τρισὶν ἑβδομάσι καὶ ἄσιτον διατελέσαντα καὶ ἤδη | |
30 | λιποψυχήσαντα ἄγγελος τῷ τόπῳ ἐπέστησεν. ἦσαν δὲ δαίμονες πάντοθεν φυλάσσοντες τὰς εἰσόδους τοῦ παραδείσου καὶ μὴ ἐῶντες αὐτὸν εἰσελθεῖν. ἦν δὲ παμμέγεθες τὸ χωρίον καὶ πολὺ τὸ διάστημα εἶχεν. ὡς δὲ προσευξάμενος εἰσελθεῖν κατετόλ‐ μησεν, εὗρεν ἔνδον δύο ἄνδρας ἁγίους, οἳ καὶ αὐτοὶ τὸν αὐτὸν | |
35 | τρόπον ἐκεῖ ἐληλύθεισαν χρόνον ἱκανὸν ἤδη ἔχοντες. προσευξά‐ μενοι δὲ ἀλλήλους ἠσπάσαντο, λίαν ἐπ’ ἀλλήλοις χαιρόμενοι. νίψαντες οὖν αὐτοῦ τοὺς πόδας τῶν καρπῶν τοῦ παραδείσου παρ‐ έθηκαν. ὁ δὲ μετειληφὼς ηὐχαρίστησεν τῷ θεῷ θαυμάζων ἐπὶ τοῖς καρποῖς μεγάλοις καὶ παμποικίλοις οὖσιν. ἔλεγον δὲ πρὸς | |
40 | ἀλλήλους· «Καλὸν ἦν ὧδε πάντας εἶναι τοὺς μοναχούς». «Ἦ‐ σαν δέ, φησί, πηγαὶ τρεῖς ἐν μέσῳ τοῦ παραδείσου μεγάλαι ἐκ τῆς ἀβύσσου βρύουσαι καὶ ποτίζουσαι τὸν παράδεισον, δένδρα δὲ παμ‐ μεγέθη καὶ πολύκαρπα πᾶν γένος ὀπώρας τῆς ὑπὸ τὸν οὐρανὸν καρποφοροῦντα». ἐπιμείνας δὲ πρὸς αὐτοὺς ἡμέρας ἑπτὰ | |
45 | ἠξίου ἀπελθεῖν ὁ Μακάριος εἰς τὴν οἰκουμένην καὶ ἄξαι σὺν αὐτῷ τοὺς μοναχούς. οἱ δὲ ἅγιοι ἄνδρες ἔλεγον πρὸς αὐτὸν μὴ δύνα‐ | |
σθαι αὐτὸν τοῦτο ποιεῖν· πολλὴν γὰρ εἶναι τὴν ἔρημον καὶ ἐκτε‐ ταμένην καὶ πολλοὺς εἶναι δαίμονας κατὰ πᾶσαν τὴν ἔρημον τοὺς πλανῶντας τοὺς μοναχοὺς καὶ ἀναιροῦντας, ὡς πολλοὺς καὶ ἄλ‐ | 125 | |
21(50) | λους πολλάκις βουληθέντας ἐλθεῖν ἀνῃρῆσθαι. ὁ δὲ Μακάριος μὴ ἀνασχόμενος ἔτι μένειν ἐκεῖ, ἀλλ’ εἰπὼν ὅτι «Δεῖ με ἀγαγεῖν αὐτοὺς ἐνθάδε, ἵνα τῆς τρυφῆς ἀπολαύσωσιν», ὥρμησεν ἐπὶ τὴν οἰκουμένην ἐπιφερόμενός τινα τῶν καρπῶν πρὸς ἐπίδειξιν. καὶ βαίων δὲ πλῆθος συλλέξας ἐβάσταζεν σημεῖα τιθεὶς ἐξ αὐτῶν | |
55 | κατὰ τὴν ἔρημον ὡς ἵνα μὴ σφαλῇ που ἐρχόμενος. ἀπονυ‐ στάξας δέ που κατὰ τὴν ἔρημον καὶ ἔξυπνος γενόμενος εὗρε πάντα τὰ βαῖα πρὸς κεφαλῆς αὐτοῦ συνηγμένα ὑπὸ δαιμόνων. πρὸς οὕς φησιν ἀναστάς· «Εἰ θέλημά ἐστι θεοῦ, οὐ δυνήσεσθε ἡμᾶς κω‐ λῦσαι τοῦ εἰσελθεῖν εἰς τὸν παράδεισον.» παραγενάμενος δὲ | |
60 | εἰς τὴν οἰκουμένην ἐπεδείκνυεν τοὺς καρποὺς τοῖς μοναχοῖς προ‐ τρεπόμενος αὐτοὺς ἀπελθεῖν εἰς τὸν παράδεισον. συναχθέντες δὲ πατέρες πολλοὶ πρὸς αὐτὸν εἶπον· «Μὴ ἐπ’ ὀλέθρῳ τῶν ψυχῶν τῶν ἡμετέρων ὁ παράδεισος ἐκεῖνος γέγονεν; εἰ γὰρ αὐτοῦ νῦν ἀπολαύσωμεν, ἀπειλήφαμεν τὰ ἀγαθὰ ἡμῶν ἐπὶ τῆς γῆς. τίνα | |
65 | δὲ μισθὸν ὕστερον ἕξομεν πρὸς τὸν θεὸν ἀφικόμενοι ἢ ὑπὲρ ποίας ἀρετῆς τιμηθησόμεθα;» καὶ ἔπεισαν αὐτὸν τοῦ μηκέτι ἀπελθεῖν. Ἄλλοτε δὲ σταφυλὰς πεμφθείσας αὐτῷ νεαρὰς ἐπιθυμή‐ σαντι μεταλαβεῖν ἐνδεικνύμενος τὴν ἐγκράτειαν ἀπέστειλεν αὐτὰς πρός τινα ἀδελφὸν κάμνοντα καὶ αὐτὸν σταφυλὰς ἐπιθυμοῦντα. | |
70 | ὃς δεξάμενος καὶ λίαν περιχαρὴς γενόμενος κρύπτειν αὐτοῦ τὴν ἐγκράτειαν βουλόμενος πρὸς ἄλλον ἀδελφὸν αὐτὰς ἐξαπέστειλεν ὡς αὐτὸς ἀνορέκτως ἔχων περὶ τὸ βρῶμα. δεξάμενος δὲ κἀκεῖνος τὸ βρῶμα ὡσαύτως πάλιν ἐποίησεν καὶ αὐτὸς λίαν ποθῶν μετα‐ λαβεῖν. ὡς δὲ λοιπὸν εἰς πολλοὺς ἀδελφοὺς ἦλθον αἱ σταφυ‐ | 126 |
75 | λαὶ μηδενὸς βουληθέντος αὐτῶν μεταλαβεῖν, ὁ τελευταῖος αὐτὰς λαβὼν πρὸς Μακάριον αὐτὰς πάλιν ἐξαπέστειλεν ὡς μέγα δῶρον χαριζόμενος. ἐπιγνοὺς δὲ αὐτὰς ὁ Μακάριος καὶ πολυπραγμονή‐ σας ἐθαύμασεν εὐχαριστῶν τῷ κυρίῳ ἐπὶ τῇ τοιαύτῃ αὐτῶν ἐγ‐ κρατείᾳ· καὶ οὐδὲ αὐτὸς αὐτῶν τέλος μετείληφεν. | |
80 | Ἄλλοτε δέ φασι τὸν Μακάριον σπήλαιον οἰκοῦντα ἐν τῇ ἐρήμῳ προσεύχεσθαι. ἄλλο δὲ σπήλαιον ὑαίνης πλησίον ἐτύγ‐ χανεν. ἥτις εὐχομένου αὐτοῦ ἐπέστη καὶ τῶν ποδῶν αὐτοῦ ἥπτετο. καὶ λαβομένη αὐτοῦ ἠρέμα τοῦ κρασπέδου εἷλκεν ἐπὶ τὸ οἰκεῖον σπήλαιον. ὁ δὲ ἠκολούθει αὐτῇ λέγων· «Τί ἄρα θέλει | |
85 | τὸ θηρίον τοῦτο ποιεῖν;» ὡς δὲ ἤγαγεν αὐτὸν ἄχρι τοῦ ἑαυτῆς σπηλαίου, εἰσελθοῦσα ἐξάγει πρὸς αὐτὸν τοὺς ἑαυτῆς σκύ‐ μνους τυφλοὺς γεννηθέντας. ὁ δὲ ἐπευξάμενος θεωροῦντας τοὺς σκύμνους τῇ ὑαίνῃ ἀπέδωκεν. ἡ δὲ ὥσπερ δῶρον εὐχαριστήριον φέρουσα τῷ ἀνδρὶ δέρμα μέγιστον κριοῦ μεγάλου τοῖς ποσὶν αὐ‐ | |
90 | τοῦ παρέθηκεν. ὁ δὲ ἐπιγελάσας αὐτῇ ὡς εὐγνώμονι καὶ αἴσθησιν ἐχούσῃ λαβὼν ἑαυτῷ ὑπεστρώσατο· ὅπερ δέρμα μέχρι νῦν παρά | |
τινι διασέσωσται. Φασὶ δὲ αὐτὸν ὅτι, κακούργου τινὸς παρθενεύουσαν κόρην μαγείαις τισὶν εἰς φοράδα μεταβαλόντος καὶ τῶν γονέων αὐτῆς | 127 | |
95 | ταύτην αὐτῷ προσαγαγόντων καὶ δεηθέντων αὐτοῦ εἰ βουληθείη ταύτην εὐξάμενος μεταβαλεῖν εἰς γυναῖκα, ἑπτὰ οὖν ἡμέρας ἐγ‐ κλείσας αὐτὴν καταμόνας, τῶν γονέων αὐτῇ παραμενόντων, αὐτὸς εἰς ἕτερον κελλίον τῇ δεήσει ἐσχόλαζεν, τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ εἰσελθὼν μετὰ τῶν γονέων ἤλειψεν αὐτὴν ὅλην ἐλαίῳ καὶ | |
21(100) | κλίνας τὰ γόνατα ηὔξατο σὺν αὐτοῖς καὶ ἀναστάντες εὗρον αὐτὴν εἰς κόρην μεταβληθεῖσαν. | |
22(t) | κβʹ. Περὶ Ἀμοῦν. | |
1 | Ἦν δέ τις πρὸ τούτου ἐν ταῖς Νιτρίαις, Ἀμοῦν ὀνόματι, οὗ τὴν ψυχὴν ἀναλαμβανομένην εἶδεν ὁ Ἀντώνιος. οὗτος πρῶτος τῶν μοναχῶν τὰς Νιτρίας κατείληφεν, εὐγενὴς μὲν ὑπάρχων καὶ πλουσίους ἔχων γεννήτορας, οἳ καὶ ἠνάγκαζον αὐτὸν γῆμαι μὴ | |
5 | βουλόμενον. ὡς δὲ αὐτῷ τὴν ἀνάγκην ἐπέθεσαν, πείθει τὴν κόρην ἐν τῷ θαλάμῳ συμπαρθενεύειν αὐτῷ ἐν τῷ κρυπτῷ. | |
μετ’ οὐ πολλὰς δὲ ἡμέρας ἐκεῖνος μὲν ἐπὶ τὰς Νιτρίας ἐξῄει, ἐκείνη δὲ τὴν οἰκετίαν πᾶσαν πρὸς παρθενείαν προεκαλεῖτο καὶ δὴ τὸν οἶκον αὐτῆς μοναστήριον κατεσκεύασεν. | 128 | |
10 | Μόνου οὖν αὐτοῦ ἐν ταῖς Νιτρίαις ὑπάρχοντος φέρουσι παῖ‐ δα λυσσῶντα πρὸς αὐτὸν ἁλύσει δεδεμένον. λυσσομανὴς γὰρ αὐ‐ τὸν δήξας κύων ἐκείνῳ τὴν λύσσαν μετέδωκεν. ἐσπάραττεν οὖν ἑαυτὸν ὅλον ἀφόρητον ἔχων τὸ πάθος. ὡς οὖν εἶδεν αὐτοῦ τοὺς γονεῖς πρὸς τὴν ἱκεσίαν χωροῦντας· «Τί μοι κόπους παρ‐ | |
15 | έχετε, φησίν, ὦ ἄνθρωποι, τὰ ὑπὲρ τὴν ἐμὴν ἀξίαν ἐπιζητοῦν‐ τες, ἔχοντες ἐν χερσὶ τὸ βοήθημα; ἀπόδοτε γὰρ τῇ χήρᾳ τὸν βοῦν ὃν λαθραίως αὐτῆς ἀπεκτείνατε, καὶ ὑγιὴς ὑμῖν ὁ παῖς ἀποδοθή‐ σεται». οἱ δὲ ὡς ἠλέγχθησαν, καὶ δὴ χαίροντες ἐποίουν τὰ προσ‐ ταχθέντα τοῦ παιδὸς εὐθὺς εὐξαμένου αὐτοῦ ὑγιάσαντος. | |
20 | Ἄλλοτε δὲ παρῆσάν τινες πρὸς αὐτὸν ἐπισκέψεως ἕνεκεν. πρὸς οὓς δοκιμάζων τὴν γνώμην ὁ ἀνὴρ εἶπεν· «Πίθον μοι ἕνα κομίσατε, ἵνα ἔχω ὕδωρ ἱκανὸν πρὸς ὑποδοχὴν τῶν ἐρχομένων». ἐπαγγειλαμένων δὲ αὐτῶν ἐνεγκεῖν μεταμεληθεὶς ὁ ἕτερος παρα‐ γενόμενος εἰς τὴν κώμην λέγει τῷ ἑτέρῳ· «Οὐκ ἀποκτενῶ μου | |
25 | τὴν κάμηλον οὐδὲ ἐπιτίθημι τὸν πίθον εἰς αὐτήν, ἵνα μὴ ἀπο‐ θάνῃ». ἀκούσας δὲ ταῦτα ὁ ἄλλος τὰς οἰκείας ὄνους ὑπο‐ ζευξάμενος πολλῷ καμάτῳ τὸν πίθον ἀπήνεγκεν. προλαβὼν δὲ | |
αὐτὸν ὁ Ἀμοῦν εἶπεν· «Τί ὅτι ἡ κάμηλος τοῦ ἑταίρου σου τέθνηκεν ἕως σὺ ἐνταῦθα παραγέγονας;» ὁ δὲ ὑποστρέψας εὗρεν | 129 | |
30 | αὐτὴν ὑπὸ λύκων βεβρωμένην. Πολλά τε καὶ ἄλλα θαυμάσια ὁ ἀνὴρ ἐπεδείξατο. ἦλθον δέ ποτέ τινες μοναχοὶ πρὸς αὐτὸν παρὰ Ἀντωνίου ἀποσταλέντες καὶ φωνοῦντες αὐτόν· ἦν γὰρ ἐν τῇ ἐσωτέρᾳ ἐρήμῳ ὁ Ἀντώνιος. ὡς δὲ ἀπῄεσαν πρὸς αὐτόν, διῶρύξ τις τοῦ Νείλου εὕρηται μέση. | |
35 | οἱ δὲ ἀδελφοὶ ἐξαίφνης εἶδον αὐτὸν μετατεθέντα ἐν τῷ πέρατι· αὐτοὶ γὰρ κολύμβῳ διεπέρασαν. ἐπειδὴ δὲ πρὸς Ἀντώνιον παρεγένοντο, πρῶτος ὁ Ἀντώνιος λέγει πρὸς αὐτόν· «Τοῦ θεοῦ μοι περὶ σοῦ πολλὰ ἀποκαλύψαντος καὶ τὴν μετάθεσίν σου δηλώ‐ σαντος, ἀναγκαίως σε πρὸς ἐμαυτὸν προσεκαλεσάμην, ἵνα ἀλλή‐ | |
40 | λων ἀπολαύσαντες ὑπὲρ ἀλλήλων πρεσβεύσωμεν». τάξας δὲ αὐτὸν ἐν τόπῳ τινὶ κεχωρισμένῳ μακράν, μὴ ἀναχωρεῖν ἐκεῖθεν ἄχρι τῆς μεταθέσεως προετρέψατο. τελειωθέντος δὲ καταμόνας εἶδεν αὐτοῦ τὴν ψυχὴν ὑπὸ ἀγγέλων ἀναλαμβανομένην εἰς τὸν οὐρανόν. | |
23(t) | κγʹ. Περὶ Μακαρίου τοῦ πολιτικοῦ. | |
1 | Ἄλλον δέ φασι Μακάριον γεγενῆσθαι, ὃς εἰς τὴν Σκῆτιν | |
πρῶτος μοναστήριον ἔπηξεν. ἔστι δὲ ὁ τόπος ἔρημος, νυχθήμερον τῆς Νιτρίας ἀπέχων τῷ διαστήματι ἐπὶ τὴν ἔρημον, καὶ κίνδυνος μέγας ἐστὶ τοῖς ἀπιοῦσιν· ἂν γὰρ μικρὸν σφαλῇ τις, πλάζεται | 130 | |
5 | κατὰ τὴν ἔρημον κινδυνεύων. εἰσὶ δὲ ἐκεῖ πάντες τέλειοι ἄνδρες· οὐδεὶς γὰρ ἀτελὴς ἐν ἐκείνῳ τῷ τόπῳ δύναται παραμεῖναι, ἀγρίου ὄντος καὶ ἀπαραμυθήτου πάντων τῶν ἐπιτηδείων. ὁ οὖν προρ‐ ρηθεὶς οὗτος ἀνὴρ Μακάριος πολιτικὸς ὑπάρχων συνήφθη ποτὲ τῷ μεγάλῳ Μακαρίῳ. καὶ ὡς ἔμελλον διαπορθμεύειν τὸν Νεῖλον, | |
10 | συνέβη εἰσελθεῖν αὐτοὺς εἰς πορθμεῖον μέγιστον, ἐν ᾧ τριβοῦνοί τινες δύο μετὰ πολλοῦ κόμπου εἰσεληλύθεισαν, ῥέδιον ἔχοντες ὁλόχαλκον καὶ χρυσοχαλίνους ἵππους καὶ δορυφόρους τινὰς στρα‐ τιώτας καὶ κλοιοφόρους παῖδας χρυσοζώνους τινάς. ὡς οὖν εἶδον τοὺς μοναχοὺς οἱ τριβοῦνοι ῥάκη παλαιὰ ἐνδεδυμένους καὶ | |
15 | καθημένους εἰς τὴν γωνίαν, ἐμακάριζον αὐτῶν τὴν εὐτέλειαν. εἷς δὲ ἐξ αὐτῶν τῶν τριβούνων ἔφη πρὸς αὐτούς· «Μακάριοί ἐστε ὑμεῖς οἱ τῷ κόσμῳ ἐμπαίξαντες». ἀποκριθεὶς δὲ ὁ πολιτικὸς Μακάριος εἶπεν πρὸς αὐτόν· «Ἡμεῖς μὲν τῷ κόσμῳ ἐνεπαίξαμεν, ὑμῖν δὲ ὁ κόσμος ἐμπαίζει. γίνωσκε δὲ ὅτι οὐχ ἑκών, ἀλλ’ ἐκ προ‐ | |
20 | φητείας τοῦτο εἴρηκας· ἀμφότεροι γὰρ Μακάριοι καλούμεθα». ὁ δὲ κατανυγεὶς ἐπὶ τῷ λόγῳ ἀπελθὼν οἴκοι ἀπεδύσατο τὰ ἱμάτια καὶ μονάζειν ᾑρήσατο ποιήσας πολλὰς ἐλεημοσύνας. | |
24(t) | κδʹ. Περὶ Παύλου. | |
1 | Γέγονε δέ τις μαθητὴς Ἀντωνίου, Παῦλος ὀνόματι, ἁπλοῦς λεγόμενος. οὗτος τὴν ἑαυτοῦ γαμετὴν ἐπ’ αὐτοφώρῳ καταλαβὼν μοιχευομένην μηδενὶ μηδὲν εἰπὼν ἐπὶ τὴν ἔρημον πρὸς Ἀντώ‐ νιον ὥρμησεν. καὶ προσπεσὼν αὐτοῦ τοῖς γόνασιν παρεκάλει | 131 |
5 | συνεῖναι αὐτῷ σωθῆναι βουλόμενος. ἔφη δὲ πρὸς αὐτὸν ὁ Ἀν‐ τώνιος· «Δύνῃ σωθῆναι ἐὰν ἔχῃς ὑπακοήν, καὶ ὅπερ ἂν παρ’ ἐμοῦ ἀκούσῃς, τοῦτο ποιήσῃς». ὁ δὲ Παῦλος ἀποκριθεὶς εἶπεν· «Πάν‐ τα ποιήσω ὅσαπερ ἂν προστάξῃς». δοκιμάζων δὲ αὐτοῦ τὴν γνώμην ὁ Ἀντώνιος ἐρεῖ πρὸς αὐτόν· «Στῆθι καὶ πρόσευξαι ἐν | |
10 | τῷ τόπῳ τούτῳ ἕως εἰσελθὼν ἐξενέγκω σοι ἔργον ὅπερ ἐργάσῃ». καὶ εἰσελθὼν εἰς τὸ σπήλαιον προσεῖχεν αὐτῷ διὰ θυρίδος, ἀκι‐ νήτου μένοντος ἐν τῷ τόπῳ ὅλην τὴν ἑβδομάδα ὑπὸ καύματος φρυγομένου. ἐξελθὼν δὲ μετὰ τὴν ἑβδομάδα εἶπεν πρὸς αὐ‐ τόν· «Δεῦρο μετάλαβε τῆς τροφῆς». ὡς δὲ παρέθηκεν τράπεζαν | |
15 | καὶ τὰ σιτία· «Κάθισον», φησί, «καὶ μὴ φάγῃς ἕως ἑσπέρας, ἀλλὰ πρόσεχε μόνον τοῖς ἐδωδίμοις». ἑσπέρας δὲ γενομένης καὶ τοῦ Παύλου μὴ βεβρωκότος λέγει πρὸς αὐτὸν ὁ Ἀντώνιος· «Ἀναστὰς εὖξαι καὶ κάθευδε». ὁ δὲ καταλιπὼν τὴν τράπεζαν ἐποίησεν οὕτως. μεσαζούσης δὲ τῆς νυκτὸς ἐνείρει αὐτὸν εἰς | |
20 | προσευχὴν ἄχρις ἐννάτης ὥρας ἡμερινῆς παρατείνας τὰς εὐχάς. παραθεὶς δὲ τράπεζαν πάλιν ἐκέλευσεν αὐτὸν μεταλαβεῖν. ὡς δὲ μόνον τὸν ἄρτον τρίτον τῷ στόματι προσενήνοχεν, ἀναστῆναι προστάξας αὐτῷ καὶ ὕδατος μὴ ἅπτεσθαι ἔπεμπεν εἰς τὴν ἔρημον | |
περιάγειν λέγων αὐτῷ· «Μετὰ τρεῖς ἡμέρας ἧκε ἐνταῦθα». | 132 | |
25 | τούτου δὲ γενομένου καὶ ἀδελφῶν τινων πρὸς αὐτὸν ἐληλυ‐ θότων προσεῖχεν ὁ Παῦλος τῷ Ἀντωνίῳ τί κελεύοι αὐτὸν ἐργά‐ σασθαι. εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἀντώνιος· «Σιωπῶν διακόνησον τοῖς ἀδελφοῖς καὶ μηδενὸς γεύσῃ ἄχρις ἂν οἱ ἀδελφοὶ ὁδεύσω‐ σιν». ὡς δὲ λοιπὸν τρίτη ἑβδομὰς ἐπληρώθη μὴ βεβρωκό‐ | |
30 | τος τοῦ Παύλου, οἱ ἀδελφοὶ ἠρώτων αὐτὸν τίνος ἕνεκεν σιωπᾷ. τοῦ δὲ μὴ ἀποκρινομένου λέγει πρὸς αὐτὸν ὁ Ἀντώνιος· «Τί σιωπᾷς; ὁμίλησον τοῖς ἀδελφοῖς». ὁ δὲ ὡμίλησεν. Ἄλλοτε δὲ στάμνου μέλιτος αὐτῷ ἐνεχθέντος εἶπεν ὁ Ἀν‐ τώνιος πρὸς αὐτόν· «Κλάσον τὸ ἀγγεῖον καὶ ἐκχυθήτω τὸ μέ‐ | |
35 | λι». ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· «Σύναξον πάλιν τὸ μέ‐ λι μυακίῳ ἄνωθεν, ἵνα μὴ ῥυπαρίαν τινὰ συνεισενέγκῃς». καὶ πάλιν ἀντλεῖν ὕδωρ προσέταξεν πᾶσαν ἡμέραν. καὶ διδάξας αὐ‐ τὸν σπυρίδας πλέκειν μεθ’ ἡμέρας τινὰς κελεύει πάσας αὐτὸν ἀναλύειν. καὶ παραλύσας αὐτοῦ τὸ σαγμάτιον ἐκέλευσεν ῥάπτειν | |
40 | καὶ πάλιν παρέλυσεν καὶ πάλιν ἐκεῖνος ἔρραπτεν. καὶ τοσ‐ αύτην ὁ ἀνὴρ ἐκτήσατο ὑπακοήν, ὥστε καὶ χάριν αὐτῷ δεδόσθαι θεόθεν τὴν κατὰ τῶν δαιμόνων ἐλασίαν. οὓς γὰρ οὐκ ἠδύνατο ὁ μακάριος Ἀντώνιος ἐκβάλλειν δαίμονας, τούτους πρὸς Παῦ‐ | |
λον ἀπέστελλεν καὶ αὔθωρον ἐξεβάλλοντο. | 133 | |
25(t) | κεʹ. Περὶ Πιαμμωνᾶ. | |
1 | Ἔστι δὲ καὶ ἄλλη ἔρημος ἐν Αἰγύπτῳ παράλιος μὲν οὖσα, ἀλλὰ χαλεπωτάτη, ἐν ᾗ πολλοὶ καὶ μεγάλοι ἀναχωρηταὶ κατοι‐ κοῦσιν, πλησίον ὑπάρχουσα τῆς Διολκοπόλεως. Εἴδομεν δὲ ἐκεῖ πρεσβύτερον ἄνδρα ἅγιον καὶ λίαν ταπει‐ | |
5 | νόφρονα καὶ ὀπτασίας συνεχῶς ὁρῶντα, ὀνόματι Πιαμμωνᾶ. οὗ‐ τος προσφέρων τῷ θεῷ ἅπαξ τὰς λατρείας ὁρᾷ ἄγγελον ἑστῶτα ἐκ δεξιῶν τοῦ θυσιαστηρίου καὶ τοὺς προσερχομένους τῇ χάριτι ἀδελφοὺς σημειούμενον καὶ γράφοντα αὐτῶν τὰ ὀνόματα ἐν βι‐ βλίῳ. μὴ παραγενομένων δέ τινων ἐν τῇ συνάξει εἶδεν τὰ ὀνό‐ | |
10 | ματα αὐτῶν ἀπαλειφόμενα· οἱ δὲ μετὰ δεκατρεῖς ἡμέρας ἐτελεύ‐ τησαν. τοῦτον πολλάκις οἱ δαίμονες βασανίσαντες ἀσθενείᾳ περιέβαλον, ὡς μὴ δύνασθαι αὐτὸν στῆναι ἐν τῷ θυσιαστηρίῳ μηδὲ προσφέρειν. ἄγγελος δὲ ἐλθὼν καὶ λαβόμενος αὐτοῦ τῆς χειρὸς ἐνεδυνάμωσεν αὐτὸν παραχρῆμα καὶ ὑγιῆ τῷ θυσιαστη‐ | |
15 | ρίῳ παρέστησεν. οὗ τὰς βασάνους θεασάμενοι οἱ ἀδελφοὶ ἐξεπλά‐ | |
γησαν. | 134 | |
26(t) | κϛʹ. Περὶ Ἰωάννου. | |
1 | Εἴδομεν δὲ καὶ ἄλλον Ἰωάννην ἐν Διόλκῳ, πατέρα μοναστη‐ ρίων καὶ αὐτὸν πολλὴν χάριν ἔχοντα τό τε Ἀβραμιαῖον σχῆμα καὶ τὸν πώγωνα τὸν Ἀαρών, δυνάμεις τε καὶ ἰάσεις ἐπιτελέ‐ σαντα καὶ πολλοὺς παραλυτικοὺς καὶ ποδαλγοὺς θεραπεύσαντα. | |
27(t) | 〈Ἐπίλογος.〉 | |
1 | Εἴδομεν δὲ καὶ ἄλλους μοναχοὺς πολλοὺς καὶ πατέρας κατὰ πᾶσαν τὴν Αἴγυπτον πολλὰς δυνάμεις καὶ σημεῖα ἐπιτελοῦντας, ὧν διὰ τὸ πλῆθος οὐκ ἐμνημονεύσαμεν, ἀλλ’ ὀλίγα ἀντὶ πολλῶν διηγησάμεθα. τί γὰρ ἄν τις εἴποι περὶ τῆς ἄνω Θηβαΐδος τῆς | |
5 | κατὰ Συήνην, ἐν ᾗ καὶ θαυμασιώτεροι ἄνδρες τυγχάνουσιν καὶ πλῆθος μοναχῶν ἄπειρον, ὧν οὐκ ἂν πιστεύσειέν τις τὰς πολι‐ τείας τὰς ὑπὲρ ἀνθρωπίνην ζωὴν ὑπαρχούσας; οἳ καὶ νεκροὺς μέχρι σήμερον ἀνιστῶσιν καὶ τῶν ὑδάτων ἐπιβαίνουσιν ὥσπερ ὁ Πέτρος. καὶ πᾶν ὅ τι ὁ σωτὴρ διὰ τῶν ἁγίων ἐπετέλεσεν, ταῦ‐ | |
10 | τα καὶ νῦν δι’ αὐτῶν ἐπιτελεῖ. Ἀλλ’ ἐπειδὴ κίνδυνος ἡμῖν μέγιστος ἦν περαιτέρω τῆς Λυ‐ κῶ ἀνελθεῖν διὰ τὴν τῶν λῃστῶν ἔφοδον, οὐκ ἐτολμήσαμεν τοὺς ἁγίους ἐκείνους ἰδεῖν. οὐδὲ γὰρ τοὺς προρρηθέντας πατέρας ἀκιν‐ δύνως εἴδομεν οὐδὲ ἀπόνως, οὐδὲ ἀμογητὶ τὰς ἱστορίας ταύτας | 135 |
15 | ἑωράκαμεν, ἀλλὰ πολλὰ προπαθόντες καὶ μικροῦ δεῖν κινδυνεύ‐ σαντες μόγις κατηξιώθημεν ταῦτα θεάσασθαι. ἕβδομον γὰρ θά‐ νατον ὑπέστημεν καὶ ἐν τῷ ὀγδόῳ οὐχ ἥψατο ἡμῶν τι κακόν. Ἅπαξ μὲν γὰρ λιμῷ καὶ δίψει πέντε νυχθήμερα διὰ τῆς ἐρήμου περιπατήσαντες μικροῦ δεῖν ἐλιποψυχήσαμεν. | |
20 | Ἄλλοτε δὲ ὀξέσι καὶ τραχέσιν ἕλεσιν ἐμπεσόντες καὶ τοὺς πόδας διατρηθέντες ὡς ἀνυποίστους γενέσθαι τὰς ἀλγηδόνας, μικροῦ δεῖν ἀπεψύξαμεν. Τρίτον δὲ βορβόροις ἐνεπάγημεν ἄχρις ὀσφύος καὶ οὐκ ἦν ὁ ῥυόμενος, καὶ τὰς τοῦ μακαρίου Δαβὶδ φωνὰς ἀνεβοῶμεν· | |
25 | σῶσόν με, κύριε, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου, ἐνεπάγην εἰς ὕλην βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις. καὶ σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Τέταρτον δέ, τὸ τῶν ὑδάτων ἡμῖν πλῆθος ἐπεισρυὲν ἐκ τῆς | |
τοῦ Νείλου αὐξήσεως ἐπὶ τρισὶν ἡμέραις δι’ ὑδάτων πορευομέ‐ νοις καὶ ἐν τοῖς στομίοις μικροῦ δεῖν κατακλυσθεῖσιν· ὅτε καὶ | 136 | |
30 | ἐβοῶμεν λέγοντες· μή με καταποντισάτω καταιγὶς ὕδατος μηδὲ κατα‐ πιέτω με βυθός, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Πέμπτον δὲ λῃσταῖς περιεπέσαμεν κατὰ τὴν θαλασσίαν ὄχ‐ θαν ἐπὶ τὴν Δίολκον ἀπερχόμενοι. οἳ ἄχρι τοσούτου ἡμᾶς κατε‐ δίωξαν καταλαβεῖν βουλόμενοι, ἄχρις ἂν τὴν πνοὴν ἡμῶν ἐν ταῖς | |
35 | ῥισὶν μικρὰν ὑπολειφθῆναι, ὡς ἐπὶ δέκα μίλια ἡμῶν διωχθέντων. Ἕκτον δὲ τὸν Νεῖλον πλέοντες μικροῦ κατεποντίσθημεν κατα‐ στραφέντες. Ἕβδομον, ὅτε κατὰ τὴν Μαρεώτιδα λίμνην, ἐν ᾗ ὁ χάρτης γεννᾶται, εἰς νῆσόν τινα μικρὰν ἀπερρίφημεν ἔρημον καὶ τρία | |
40 | νυχθήμερα ὑπαίθριοι ἐμείναμεν κρύους μεγάλου καὶ ὄμβρων ἡμῖν ἐπικειμένων· ἦν γὰρ ὁ καιρὸς τῶν ἐπιφανειῶν. Ὄγδοον, περιττὸν μέν ἐστι τὸ διήγημα, ὅμως ὠφέλιμον. παριόντων γὰρ ἡμῶν διά τινος τόπου εἰς τὰς Νιτρίας κοιλάς τις ἦν κατὰ τὴν χώραν ὕδατος γέμουσα, ἐν ᾗ ἐναπομείναντες | |
45 | κροκόδειλοι πολλοὶ ἦσαν τοῦ ὕδατος ἐκ τῶν χωρῶν ὑποχωρή‐ σαντος. τριῶν οὖν μεγάλων κροκοδείλων ἐπὶ τὸ χεῖλος τοῦ | |
βόθρου ἐκτεταμένων προσῇμεν ἡμεῖς ὀψόμενοι τὰ θηρία νομί‐ σαντες αὐτὰ τεθνηκέναι. τὰ δὲ εὐθὺς ἐφ’ ἡμᾶς ὥρμησαν. ἡμεῖς δὲ μεγάλῃ φωνῇ τὸν Χριστὸν ὠνομάσαμεν ἐκβοήσαντες· | 137 | |
27(50) | «Χριστέ, βοήθει». οἱ δὲ θῆρες, ὥσπερ ὑπό τινος ἀγγέλου ἀπο‐ στραφέντες, ἑαυτοὺς εἰς τὸ ὕδωρ ἠκόντισαν. ἡμεῖς δὲ δρόμῳ συχνῷ ἐπὶ τὰς Νιτρίας ἀπεληλύθαμεν τὴν τοῦ Ἰὼβ φωνὴν μελε‐ τῶντες, ἔνθα φησίν· ἑπτάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ὀγδόῳ οὐ μὴ ἅψηταί σου κακόν. | |
55 | Εὐχαριστοῦμεν οὖν τῷ κυρίῳ τῷ ἐκ τοσούτων ἡμᾶς κιν‐ δύνων ῥυσαμένῳ καὶ μεγάλας θεωρίας ἡμῖν ἐπιδείξαντι. ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
58n | Τέλος τῆς κατ’ Αἴγυπτον | |
59n | τῶν μοναχῶν ἱστορίας. | 138 |